Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

βάθος ἐξικνεῖται καὶ δάκνει τὰ μαλακὰ τοῦ ζώου μόρια, μᾶλλον δ’ ἔτι δάκνει τὰ λεπτομερῆ τε ἅμα καὶ ταῖς κράσεσιν ἀνώμαλα. δέδεικται δ’ ἐν τοῖς πρόσθεν ὡς σχεδὸν ἅπαντά ἐστιν ἀνώμαλα. ἢ γὰρ ἀδύνατον, ἢ πάνυ χαλεπὸν ἐξευρεῖν οὐσίαν ἡντιναοῦν ἀκριβῶς ὁμοιομερῆ. τὸν γοῦν οἶνον ἐλέγομεν ἓν μὲν ἔχειν ἐν αὑτῷ περίττωμα παχυμερὲς, ἐξ οὗ τῷ χρόνῳ διακρινομένου τε καὶ καταφερομένου συνίστασθαι τὴν τρύγα. ἕτερον δ’, ὅπερ ἄνθος ὀνομάζεται, κατὰ μὲν τὸν τῆς ζέσεως χρόνον πολάζον, ὕστερον δ’ εἰς τὴν τρύγα καταφερόμενον. ἄλλο δὲ τρίτον ὑδατῶδες, ἀναμεμιγμένον ἅπαντι τῷ οἴνῳ, οὗ καὶ τὴν ζέσιν εἶναι πρῶτον καὶ μάλιστα. τέταρτον δ’ ἐπὶ τούτοις ἐστὶν αὐτὸς ὁ ὄντως οἶνος. δέδεικται δ’ ὡς καὶ κατὰ τοὔλαιον καὶ τὸ γάλα καὶ τοὺς ἄλλους ἅπαντας χυλοὺς ὁμοία φύσις ἐστὶ περιττωμάτων, ἔτι δὲ μᾶλλον ἒν ὅλοις τοῖς μεταλλευομένοις ἅπασιν. ὧν ἀναμνησθέντας χρὴ νῦν ἐπισκέψασθαι περὶ τῶν φαρμάκων ἁπάντων, καὶ πρῶτον μὲν φυλάξασθαι παθεῖν ὅπερ οἱ πλεῖστοι τῶν τὰ τοιαῦτα ζητησάντων 

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download