Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

δριμέα μόρια, τὸ δ’ ὑπόλοιπον οὐκέτι θερμόν ἐστιν, ἐναποθέμενον τῷ ὕδατι τὰ πυρώδη μόρια. καλοῦσι δὲ τὸ τοιοῦτον ὕδωρ οἱ ἄνθρωποι κονίαν, ἀνάλογον τῇ θαλάττῃ καὶ ἅλμῃ, διαθέσεως καὶ γενέσεως ἕνεκα καὶ δυνάμεως. ἐκεῖνα μὲν γὰρ ἐξ ὕδατος καὶ ἁλῶν σύγκειται, τὸ δὲ περιπλῦνον ὕδωρ τὴν τέφραν σύνθετον ἐξ αὐτοῦ καὶ ὧν ἐπηνέγκατο μορίων γενόμενον οὕτως ἀπειργάσατο τὴν ὀνομαζομένην κονίαν, ἣν εἰ μὴ φθάνοντες ἐγινώσκομεν, ὡς ἐξ ὕδατός τε καὶ τῶν αἰθαλωδῶν μορίων τῆς τέφρας ἐγένετο, τάχ’ ἂν ὑπελαμβάνομεν ἁπλοῦν καὶ ἀσύνθετον ὑπάρχειν σῶμα. τοιοῦτον γάρ τι κᾀπὶ τοῦ ὄξους πεπόνθαμεν, οὐ δυνάμενοι δι’ αἰσθήσεως ἰδεῖν αὐτοῦ τὴν γένεσιν, ἀπιστοῦμεν τῷ λόγῳ· ἀλλ’ εἰ μηδὲν ἄλλο, τὴν γοῦν τῆς ὄμφακος διαφορὰν πρὸς αὐτὸ κατανοήσαντες δίκαιοι πιστεύειν ἐσόμεθα ὡς οὐκ ὀξὺς μόνον, ἀλλὰ δριμύς τις ἕτερος ἀναμέμικται χυμὸς αὐτῷ, καὶ διὰ τοῦτο τελέως ὁ τῆς ὄμφακος ἐμψύχει χυλὸς, ὥστε καὶ πρὸς καῦσον ἄκρως ἁρμόττει, κατὰ τοῦ στόματος τῆς γαστρὸς ἢ τῶν ὑποχονδρίων ὅλων ἐπιτιθέμενος, καὶ πρὸς ἅπαν ὅ τι περ ἂν ἐμψύξαι βουληθῶμεν,

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download