Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

καὶ ταῖς τῶν καταμηνίων φοραῖς· ἀλλὰ πότε καὶ πῶς καὶ τίνι μεθόδῳ χρωμένων, οὐ τῆς νῦν ἐνεστώσης πραγματείας διελθεῖν. ὑπὲρ ἁπάντων γὰρ τῶν τοιούτων ἐν τῇ θεραπευτικῇ μεθόδῳ λεχθήσεται, ὥστε καὶ περὶ τῶν δριμέων χυμῶν τῆς φύσεως ἤδη παύσομαι τὰ πλείω γράφων. ἀρκεῖ δὲ μόνον ἔτι διορισμοὺς ἀκριβεστέρους αὐτοῖς προσθεῖναι, καθ’ οὓς διαφέρουσι τῶν πικρῶν. οὐ μόνον γὰρ ἰσχυρᾷ θερμότητι διαλλάττειν αὐτῶν πεφύκασιν, ἀλλὰ καὶ τῷ τοὺς πικροὺς μὲν ἅπαντας ὑπάρχειν οὐ θερμοὺς μόνον, ἀλλὰ καὶ ξηροὺς τὴν δύναμιν, ὡς ἄν τις μάλιστα σαφῶς εἰκάσειε, τέφρᾳ παραπλησίως, ἐν δὲ τοῖς δριμέσιν, ὅσοι γε οὐκ εἰσὶ πικροὶ, πολλὴν ἐνίοτε μεμίχθαι τὴν ὑγρότητα, καὶ διὰ τοῦτό γ’ ἐσθίειν ἡμᾶς οὐκ ὀλίγα τῶν τοιούτων σωμάτων. ὅτι δ’ οὐδὲ θερμὸς μόνον, ἀλλὰ καὶ ξηρός ἐστι τὴν κρᾶσιν ὁ πικρὸς ἅπας χυμὸς, ἥ τε διωρισμένη πεῖρα πρώτως καὶ μάλιστα διδάσκει, περὶ ἧς ἔμπροσθεν εἴρηταί μοι πολλάκις, ἔτι τε πρὸς τῇ πείρᾳ τῷ λόγῳ σκοπουμένοις ὡσαύτως συμβαίνει. θερμαινομένων γοῦν ἐπὶ πλέον τῶν γλυκέων, εἴθ’

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download