Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

ὑπὸ πυρὸς εἴθ’ ὑπὸ τῆς ἐμφύτου θερμότητος, ἡ τῶν πικρῶν σωμάτων ἐδείκνυτο γένεσις. εὐθὺς δὲ ταῦτα καὶ τῇ συστάσει μὲν ξηρότερα φαίνεται, καὶ τῷ δαπανᾶσθαι δ’ ἀεὶ καὶ ἀποῤῥεῖν αὐτῶν τὸ ὑγρὸν, ἐξατμιζόμενον ὑπὸ τῆς θερμότητος ἀναγκαῖόν ἐστι τὸ καταλειπόμενον ἀποδείκνυσθαι γεωδέστερόν τε καὶ ξηρότερον. αὐτὸ μὲν γὰρ τὸ γλυκὺ πρὸς τῷ θερμὸν ὑπάρχειν ἢ μᾶλλον ἢ ἧττον, ἐξ ἀνάγκης δήπου καὶ ὑγρὸν ἢ μᾶλλον ἢ ἧττόν ἐστιν. εἰ δέ γε τῇ τοῦ σώματος ἡμῶν φύσει μάλιστα οἰκεῖον ὑπάρχει, αὕτη δ’ ἦν εὔκρατος, ὑγρὰ καὶ θερμὴ, τὸ δ’ οἷον ὑπεροπτηθέντος τούτου γιγνόμενον ὅμοιον τιτάνῳ καὶ τέφρᾳ, ξηρὸν καὶ θερμὸν ἐξ ἀνάγκης ἀποτελεῖται. καὶ μέντοι καὶ δι’ αὐτὸ τοῦτο ῥύπτειν τε πέφυκε καὶ καταθραύειν καὶ τέμνειν τοὺς γλίσχρους καὶ παχεῖς χυμοὺς, ὥσπερ ἡ τέφρα καὶ τὸ νίτρον. οὐδὲ γὰρ ἀερώδης αὐτῶν ἐστιν οὐδὲ λεπτομερὴς, ἀλλὰ οὐδὲ ὑδατώδης ἡ σύστασις, ἀλλ’ ὥσπερ καὶ μικρῷ πρόσθεν εἴρηται, γεωδεστέρα, κατειργασμένη ἀκριβῶς ὑπὸ τοῦ θερμοῦ καὶ οἷον ὑπερωπτημένης αὐτῶν τῆς οὐσίας. ὡς μὲν οὖν τοῖς στύφουσι

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download