Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

ἅλμην εὔκρατον ὑπάρχειν εἰς τὰς ταριχείας, εἰ φαίνοιτο κατ’ αὐτὴν ἐπιπλέον ὠὸν, ὡς ἔτι γε καταφερομένου καὶ μήπω περὶ τὴν ἐπιφάνειαν τῆς ἅλμης ἐννηχομένου μᾶλλον ὑδατώδης ἐστὶ καὶ γλυκεῖα. δεινῶς δ’ ἁλμυρὰ γίνεται τοσούτων ἐμβληθέντων ἁλῶν, ὡς μηκέτ’ ἐγχωρεῖν ἐπιτήκεσθαι τοὺς ἐπεμβαλλομένους. καὶ τοῦτό σοι στήσαντι τὸ ὕδωρ ἁπάντων ὑδάτων εὑρεθήσεται βαρύτερον. ὥστ’ ἔγωγέ ποτε μάταιον ἀπέδειξα τοῦ πλουσίου τὴν φιλοτιμίαν, ἐκ τῆς νεκρᾶς θαλάττης τοσοῦτο ὕδωρ κομίσαντος εἰς Ἰταλίαν, ὡς πληρῶσαι δεξαμενήν. ἑτοίμως γὰρ ἐποίησα ταὐτὸ, ἅλας παμπόλλους ἐμβαλὼν ὕδατι ποτίμῳ. μᾶλλον δ’ ἂν ἔτι βαρύτερον ἐργάσαιο τὸ τοιοῦτο ὕδωρ, εἰ τήξας τοὺς ἅλας ὡς πλείστους ὑπὸ κυνὸς ἐπιτολὴν, ἡνίκα μάλιστα θάλπος ἐστὶ σφοδρότατον, ἐάσαις ἐξοπτηθῆναι, παραπλησίως τῷ κατὰ τὴν ἀσφαλτῖτιν λίμνην. οὕτω γὰρ ἔσται καὶ τοῦτο βαρὺ τὸ ὕδωρ ὡς ἐκεῖνο. καὶ εἰ ἐνδήσειας ἢ ἄνθρωπον ἢ ὁτιοῦν ἄλλο ἐμβάλλοις ζῶον εἰς αὐτὸ, παραπλησίως τοῖς πλοίοις ἐποχήσεται τῷ ὕδατι. καὶ μὲν δὴ καὶ πικρότερον εὐθὺς ἔσται

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download