Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

Ἅπερ δ’ ἐστὶν ἀναγκαῖον ἔτι προσεπισημήνασθαί με τοῖς λεγομένοις εἰρήσεται μόνον, ὡς ἐπειδὰν πλέονα οὔρησιν κινῆσαι βουληθῶμεν, οὐ πάνυ τι τοῖς εἰρημένοις φαρμάκοις χρηστέον ἐστὶν, ἀλλὰ τοῖς δριμυτέροις τε ἅμα καὶ μᾶλλον θερμαίνουσιν. εἴρηται γὰρ ἔμπροσθεν ὡς τὸ δριμὺ πᾶν θερμόν ἐστιν. ἔστι δὲ τοιαῦτα σελίνου σπέρμα καὶ πετροσελίνου καὶ μαράθρου καὶ δαύκου καὶ ἀγριοσελίνου καὶ σμυρνίου, καὶ δὴ καὶ τὸ σέσελι καὶ τὸ ἄμμι καὶ τὸ φοῦ καὶ τὸ μέον, ἄσαρόν τε καὶ ἄκορον, ὑφ’ ὧν οὐ λεπτύνεται μόνον, ἀλλὰ καὶ χεῖται καὶ διακρίνεται τὸ αἷμα παραπλησίως τῷ γάλακτι, τοῦ μὲν ὀῤῥώδους καὶ λεπτοῦ ἀποχωριζομένου καθ’ ἑαυτὸ, τοῦ δ’ αὖ παχυτέρου συνισταμένου τε πρὸς ἑαυτὸ καὶ ἀκριβῶς ἑνουμένου. πρὸς γὰρ δὴ τὸ ῥᾳδίως ἐπισπᾶσθαι τοὺς νεφροὺς ὅσον ὑδατῶδές τ’ ἐστὶ καὶ λεπτὸν καὶ ὀῤῥῶδες ἐν αἵματι ταῦτ’ ἄμφω συντελεῖ, χύσις μὲν αὐτοῦ τοῦ αἵματος ὅλου τὸ πρῶτον, ἐφεξῆς δ’ αὐτῇ διάκρισις, ὧν οὐδὲν ἄνευ θερμότητος ἰσχυρᾶς ἐνδέχεται γενέσθαι. καὶ διὰ τοῦτο ταῖς ἐκ τοῦ θώρακος ἀναπτύσεσιν τοῦ πύου τὰ τοιαῦτα πάντα ἀντιπράττει. φύσις γὰρ

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download