Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

αὐτῶν, ὡς εἴρηται νυνὶ, θερμαντική τε καὶ ξηραντικὴ καὶ προσέτι συνακτική τε καὶ διακριτικὴ, συναγομένου μὲν εἰς ταὐτὸ τοῦ παχέος, ἀποκρινομένου δὲ καὶ διακρινομένου κατὰ τὴν τοῦδε σύνοδον ὅσον ἂν ὀῤῥῶδές τε καὶ λεπτὸν ἐμφέρηται τῷ αἵματι. τοῦτο μὲν οὖν οἱ νεφροὶ φθάνουσιν ἐφ’ ἑαυτοὺς ἕλκοντες, τὸ δὲ συνιστάμενόν τε καὶ ἀποξηραινόμενον οὐκέτι εὐπετῶς ἀναπτύεται. καὶ διὰ τοῦτο, καθάπερ ἀρτίως ἐλέχθη, τμητικὸν μὲν εἶναι χρὴ τὸ τοιοῦτον φάρμακον, οὐ μὴν ἐπιφανῶς γε θερμὸν, ἵνα μὴ ξηραίνῃ σφοδρῶς, δίδοσθαί τε σὺν τοῖς ὑγραίνουσι ῥοφήμασί τε καὶ πόμασι τῆς αὐτῆς χρείας ἕνεκα. τὰ μέντοι τοὺς νεφροὺς ἐκκαθαίροντα τμητικὰ μὲν ὁμοίως ἐστὶ, δεῖ δ’ εἰς οὐδὲν ὑγρότητος δαψιλοῦς. ὅσα δὲ τὰς ἐν αὐτοῖς πωρώδεις συστάσεις ἐπιτήδεια τέμνειν ἐστὶν, τμητικὰ μὲν ἱκανῶς ὑπάρχει καὶ ταῦτα, θερμότητος δ’ ἥκιστα μετέχει· συνίστησι γὰρ ἀποξηραίνουσα τὸν πῶρον ἡ θερμότης, οὐ τέμνει καὶ διαιρεῖ. τὰ δ’ ἧττον θερμὰ μετὰ τοῦ τέμνειν δύνασθαι βελτίω, καθάπερ αἵ τε ῥίζαι τῶν βασιλικῶν ὀνομαζομένων ἀσπαράγων, αἵ τε τοῦ βάτου, καὶ τὸ κέστρον καὶ τὸ πόλιον, ὦχρά τε καὶ ὕαλος ἡ 

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download