Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

κεκαυμένη, καὶ τὸ διὰ τῆς σκίλλης ὄξος, ὅσα τ’ ἄλλα τοιαῦτα. Θεσσαλὸς δ’ ὁ σκαιότατος ὥσπερ εἰς τἄλλα τῆς τέχνης ὑβρίζει πλημμελῶς, οὕτω καὶ ταῦτα διασύρειν ἐπιχειρεῖ, μηδὲν εἶναι νομίζων φάρμακον ἰδίως ἡπατικὸν, ἢ νεφριτικὸν, ἢ πλευριτικόν.

Ἀλλὰ τὰ μὲν ἐκείνου πλημμελήματα δι’ ἑτέρων γραμμάτων ἐπεδείξαμεν· ἐν δὲ τῷ παρόντι λόγῳ τὰς ὑπολοίπους τῶν ἁπλῶν φαρμάκων ἐξηγησόμεθα δυνάμεις, ἀπὸ τῶν ἀραιωτικῶν τε καὶ ἀναστομωτικῶν αὖθις ἀρξάμενοι. δοκεῖ γὰρ δὴ καὶ ταῦτα πλησιάζειν μέν πως τοῖς προειρημένοις, ὅσα ῥύπτειν καὶ τέμνειν ἐκφράττειν τε καὶ διαιρεῖν ἔφαμεν, οὐ μὴν πάντῃ γε ὡμοιῶσθαι. πρῶτον μὲν οὖν καὶ τούτων τὰς ἐννοίας διοριστέον, εἶθ’ οὕτως τὰς οὐσίας ζητητέον. ὅσα μὲν δὴ τοὺς κατὰ τὸ δέρμα πόρους ἀνοίγνυσιν ἀραιωτικὰ προσαγορεύουσιν, ὅσα δὲ τὰ στόματα τῶν ἀγγείων, ἀναστομωτικά. καὶ δὴ καὶ τῶν ἐναντίων αὐτοῖς, εἰ μέν τι συνάγει τοὺς πόρους, πυκνωτικὸν ὀνομάζουσιν, εἰ δέ τι κλείει τὸ στόμιον, ἰδίῳ μὲν οὐκέτι προσαγορεύουσιν

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download