Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

ὑπὲρ τῶν κατὰ τὸ θερμαίνειν καὶ ψύχειν, ὑγραίνειν τε καὶ ξηραίνειν, καὶ ὅσα ταύταις ἕπονται διέλθω καθ’ ἕκαστον εἶδος φαρμάκου. τοσόνδε μέντοι προσθεὶς ἔτι περὶ ἀβροτόνου καταπαύσω τὸν λόγον, ὡς ὁ θαυμασιώτατος Πάμφιλος, καίτοι ταύτην πρώτην πόαν γράφων καὶ τάχ’ ἂν εἰ μηδενὸς τῶν ἐφεξῆς, ἀλλὰ ταύτης γοῦν ἐθελήσας αὐτόπτης γενέσθαι, ὅμως ἔσφαλται μέγιστα, νομίζων ὑπὸ Ῥωμαίων σαντόνικον ὀνομάζεσθαι τὴν βοτάνην. διαφέρει γὰρ ἀβρότονον σαντονίκου, καθότι καὶ Διοσκουρίδης ἔγραψεν ἐν τῷ τρίτῳ περὶ ὕλης ἀκριβέστατα, καὶ πάντες ἴσασι τοῦτό γε ἰατροὶ καὶ ῥωποπῶλαι. τοῦ μὲν γὰρ ἀβροτόνου δύο ἐστὶν εἴδη, τὸ μὲν ἄῤῥεν, τὸ δὲ θῆλυ νομιζόμενον, ὡς καὶ τοῦτο διώρισται παρὰ τῷ Διοσκουρίδῃ τε καὶ τῷ Παμφίλῳ καὶ ἄλλοις μυρίοις. ἕτερον δέ ἐστιν αὐτοῦ τὸ ἀψίνθιον, οὗ πάλιν εἴδη χρὴ τίθεσθαι καὶ αὐτὰ τριττὰ, ὧν τὸ μὲν τῷ γένει ὁμωνύμως προσαγορεύονται ἀψίνθιον, ὁποῖον μάλιστά ἐστι τὸ Ποντικὸν, τὸ δὲ σέριφον, τὸ δὲ σαντόνικον. εἰ δ’

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download