Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

αὐτῷ. βραχὺ γὰρ ἀπολείπεται κατ’ ἄμφω· καὶ γὰρ θερμαντικώτερον αὐτοῦ καὶ ξηραντικώτερόν ἐστι τὸ πήγανον. διενήνοχε δὲ καὶ τῷ τῆς ποιότητος καὶ δυνάμεως ἐπιμίκτῳ. τὸ γὰρ τοῦ ἄγνου σπέρμα καὶ οἱ βλαστοὶ στύψιν τινὰ μετρίαν ἐπεισφέρουσι. τὸ δὲ πήγανον ὅταν μὲν ξηρὸν ᾖ, πικρὸν ἀκριβῶς ἐστι καὶ δριμὺ, ὅταν δὲ ὑγρὸν, ὑπόπικρον. οὐ μὴν αὐστηρόν γε ἢ στρυφνόν τι πρόσεστιν αὐτῷ, ἢ εἰ καὶ προσεῖναί τῳ δόξειεν, ἀμυδρὸν παντάπασιν οἶδ’ ὅτι δόξει, καὶ οὐδαμῶς ἶσον τῷ τοῦ ἄγνου. ταῦτ’ ἄρα καὶ πρὸς ἧπαρ καὶ σπλῆνα σκληρούμενά τε καὶ ἐμφραττόμενα τὸ τοῦ ἄγνου σπέρμα μᾶλλον ἢ πήγανον ἁρμόττει. τῆς θεραπευτικῆς δέ ἐστιν ἤδη ταῦτα μεθόδου, ἧς τὸ μὲν μηδ’ ὅλως προσάπτεσθαι φαρμάκων δυνάμεως ἀποφαινόμενον ἀδύνατόν ἐστι, τὸ δὲ ταχέως ἀπολείποντα πάλιν ἐπανέρχεσθαι πρὸς τὸ προκείμενον ἀνδρὸς ἔργον ἂν εἴη σώφρονος. ἔτι δὲ μᾶλλον ἐπὶ τῶν ἑξῆς φαρμάκων αὐτὸ δὴ τοῦτο πρᾶξαι πειράσομαι, λέγω δὴ τὸ τὴν καθόλου δύναμιν ἔκ τινων ὀλίγων ἐναργῶν ἐπιλογισάμενος ἀποχωρεῖν τῶν κατὰ μέρος

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download