Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

τῷ ἄλλῳ καὶ μὲν δὴ καὶ ὅσοι κατὰ τὴν σκευασίαν ἐπεμβάλλουσι θαλλὸν, καὶ οὗτοι παραπλήσιον ὀμφακίνῳ τὸ ἔλαιον ἀπεργάζονται. χρὴ δ’ οὐχ ὅπως ἐσκεύασται πυνθανόμενον, ἀλλ’ αὐτοῦ γευόμενον, εἰ μὲν ἐμφαίνοι τι στύψεως, εἰς ὅσον ταύτης μετείληφεν, εἰς τοσοῦτον καὶ ψύξεως αὐτὸ μετέχειν ὑπολαμβάνειν, ὥσπερ καὶ τὸ ἀπὸ τῆς Ἰβηρίας κομιζόμενον, ὅπερ Σπανὸν ὀνομάζουσιν. εἰ δὲ μηδ’ ὅλως γευόμενον φαίνοιτο στύφειν, ἀλλ’ ἀκριβῶς εἴη γλυκὺ, θερμὸν ἡγεῖσθαι τοῦθ’ ὑπάρχειν συμμέτρως. εἰ δὲ καὶ λεπτομερὲς φαίνοιτο, τοιοῦτο δ’ ἐστὶ τό τε καθαρὸν καὶ διαυγὲς ὁρῶντι, κᾀπειδὰν ὀλίγον ληφθὲν ἐπιπλεῖστον ἐκτείνηται τοῦ σώματος καὶ ἑαυτῷ μένῃ συνεχὲς, ἀναπίνηταί τε πρὸς τοῦ χρωτὸς, ἡγεῖσθαι τοῦτο κάλλιστόν τε καὶ τὴν ἐλαίου μάλιστα κεκτημένον ἀρετὴν, οἷόν πέρ ἐστι τὸ Σαβῖνον. ὅτι δὲ τὸ πεπλυμένον ἔλαιον ἀδηκτότατόν ἐστιν εἴρηται καὶ πρόσθεν. ὅπως δ’ ἄν τις κάλλιστα πλύνοι, διὰ τῆς ἐφεξῆς ἐρῶ πραγματείας τῆς περὶ συνθέσεως φαρμάκων· ἔνθα καὶ περὶ Σικυωνίου καὶ εἴ τι τοιοῦτόν ἐστιν ἔλαιον εἰρήσεται. νυνὶ δὲ

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download