Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

κεκραμένον ὀνομάζομεν ἐνίοτε θερμὸν, ὥσπερ καὶ τὸ βαλανεῖον τὸ τοιοῦτον καὶ τὸ πόμα καὶ τὸ τούτου λειπόμενον οὐ πολλῷ, καὶ πρὸς τούτοις ἔτι τὸ θερμότερον ἅπαν. εἰ δέ γε τοῖς ὀνόμασιν ἀκριβῶς ἐχρώμεθα, τὸ μὲν σύμμετρον οὐ θερμὸν, ἀλλ’ εὔκρατον ἂν ἐκαλοῦμεν. ὅσον δ’ ἂν ἀμετρότερον τούτου, τὸ μὲν ἐπὶ τὸ θερμότερον ἄμετρον ἧττον τε καὶ μᾶλλον θερμὸν, τὸ δ’ ἐπὶ τὸ ψυχρότερον ἧττόν τε καὶ μᾶλλον ψυχρόν. οὕτω δ’ ἂν, οἶμαι, καὶ περὶ τῶν φαρμάκων ἀκριβῶς ὀνομάζοντες εὔκρατον ἂν ἐκαλέσαμέν τι καὶ μέσον, ὥσπερ τοὔλαιον· εἰ δέ τι θερμότερον αὐτοῦ, θερμὸν, ὥσπερ τὴν τῆλιν· εἰ δέ τι ψυχρότερον αὐτοῦ, ψυχρὸν, ὥσπερ τὸ ῥόδον. ἀλλὰ τοῦ μὴ χρῆσθαι τοῖς ὀνόμασιν τοῦτον τὸν τρόπον αἴτιον ὑπάρχει τοῦ μὴ ψύχεσθαι πάντα τὰ σώματα πρὸς τῶν τοιούτων φαρμάκων, οἷον καὶ τὸ ῥόδινόν ἐστι. τά τε γὰρ ὁμοίως αὐτῷ ψυχρὰ καὶ μᾶλλον ψυχρὰ, τὰ μὲν οὐδ’ ὅλως ἀλλοιοῖ, τὰ δὲ καὶ θερμαίνει. δόξειεν ἂν οὖν ἄλογον ὑπάρχειν, εἴ τι θερμαίνειν ὁμολογοῦντες εἶτα ψυχρὸν προσαγορεύομεν,

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download