De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)
Kühn 1826
προσαγορεύειν ἐστὶ βέλτιον. ἆρά γε πρὸς τὴν εὐκρατοτάτην,
ἥπερ δὴ καὶ μία τίς ἐστι καὶ μέση τῶν ἄλλων ἁπασῶν,
ἢ πρὸς τὰς ἀμέτρους καὶ δυσκράτους καὶ ἀδιορίστους
καὶ σχεδὸν ἀπείρους τὸ πλῆθος; ἐμοὶ μὲν γὰρ οὐδὲ παραβλητέον
εἶναι δοκεῖ τὸ τῆς διαιρέσεως, οὐδὲ σκέψεώς τινος ἐπιδεὲς,
ἀλλ’ ἄντικρυς φαίνεσθαι τῷ καὶ σμικρὸν νοῦν ἔχοντι
τὸ κατωρθωμένον σῶμα καὶ ἁπλοῦν καὶ ἓν οἷον κανόνα τινὰ
καὶ σκοπὸν ὑποθέμενον ἀπευθύνειν, οὕτω κρῖναι καὶ τἄλλα
πρὸς τοῦτο. κείσθω τοίνυν ἡμῖν τὸ τοιοῦτον σῶμα τῆς
τῶν φαρμάκων δυνάμεως κανών. καὶ τὸ μὲν ὁμοίαν τῇ τούτου
κράσει θερμασίαν ἀνάπτον εὔκρατον ὀνομαζέσθω, κᾂν
ὅτι μάλιστα θερμαίνειν ἐπιφανῶς δοκῇ πρεσβύτην κατεψυγμένον.
τὸ δ’ ἤτοι θερμαῖνον, ἢ ψῦχον τὸ τοιοῦτον σῶμα,
καλείσθω τὸ μὲν θερμαῖνον θερμὸν, τὸ δὲ ψῦχον ψυχρόν.
γινέσθω δὲ τούτων αὐτῶν εὐσήμου διδασκαλίας ἕνεκα τάξις
τῶν ἀποστάσεων, ἐπὶ μὲν τὸ ψυχρὸν ἡ πρώτη μὲν ἐξ ἧς ἄν
τις θείη τὸ ῥόδινον, ἡ δευτέρα δ’ ἐξ ἧς ἔσται τὸ ῥόδον αὐτὸ
καὶ τρίτη τις ἐπὶ ταύτῃ καὶ τετάρτη μέχρι περ ἂν ἐπὶ τὰ
Work
Title: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 379-892
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_087-1.xml [1.0 Mb]