Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

τῶν χυμῶν ἁπάντων οὐσίας τε ἅμα καὶ δυνάμεως, ὑπὲρ ἧς εἴρηται μὲν κᾀν τῷ πρώτῳ τῶνδε τῶν ὑπομνημάτων ἐπὶ τῆς τελευτῆς, ὁπότε καὶ τὴν τοῦ Πλάτωνος ἐκ Τιμαίου παρεθέμην ῥῆσιν· ἀλλ’ ἐκεῖ μὲν, ἕνεκα τοῦ τῶν αἰσθητῶν ἀναμνῆσαι παθῶν, ὧν ἡ γλῶττα πέφυκε καθ’ ἕκαστον αὐτῶν πάσχειν, ἐνταυθοῖ δὲ περὶ τῆς οὐσίας τε καὶ δυνάμεως ὁ λόγος ἔσται μοι. πάσχει μὲν γὰρ δήπου καὶ τἄλλα τοῦ ζώου μόρια τῇ γλώττῃ παραπλησίως, οὐ μὴν ἀκριβῶς αἰσθάνεται τῶν παθῶν, ἡ δέ γε πρὸς τῷ πάσχειν ἔτι καὶ τὸ τῆς αἰσθήσεως ἀκριβὲς κεκτημένη διαγνωστικὴ τῆς φύσεως ἁπάντων τούτων ἐστίν. οὐ καὶ δὴ τότε θερμὸν, ἢ ψυχρὸν, ἢ ξηρὸν, ἢ ὑγρὸν τὴν μὲν γλῶτταν ἤτοι ψύχειν, ἢ θερμαίνειν, ἢ ξηραίνειν, ἢ ὑγραίνειν, οὐχὶ δέ γε καὶ τῶν ἄλλων ἕκαστον πέφυκεν, ἀλλ’ ὥσπερ ταύτην, οὕτω καὶ τἄλλα διατίθησί τε καὶ ἀλλοιοῖ κατὰ τὸ μᾶλλον καὶ ἧττον ἐν αὐτοῖς γιγνομένης τῆς διαφορᾶς, οὐ κατὰ τὸ πάσχειν, ἢ μὴ πάσχειν. ὅτι μὲν γὰρ καὶ ξηροῦ καὶ ὑγροῦ καὶ θερμοῦ καὶ ψυχροῦ σώματος οὐδὲν ἧττον ἁπάντων τῶν ἄλλων τοῦ ζώου μορίων ἡ γλῶττα πέφυκεν

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download