Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

καθάπερ ἐξ ὀφθαλμῶν μὲν τὸ δάκρυον, ἐκ δὲ τῶν ῥινῶν τὴν κόρυζαν, ἔπειτα δὲ καὶ δακνῶδες αὐτοῖς φαίνεται, καθ’ ἕτερον μὲν τρόπον τοῦ θερμοῦ. οὐ γὰρ τῷ διαβιβρώσκειν τὸ συνεχὲς, ἀλλὰ τῷ διασπᾷν ἀνιαρόν θ’ ἅμα καὶ δακνῶδες ὑπάρχει τὸ ψυχρὸν, ὅθεν οὐδὲ τοῖς σκληροῖς σώμασι φαίνεται τοιοῦτον. ἐν γὰρ τῷ συνάγεσθαι καὶ θλίβεσθαι τὰ μαλακὰ, τό θ’ ὑγρὸν αὐτῶν ἐκπιέζεσθαι συμβαίνει καὶ διασπᾶσθαι τὰ μόρια, τὸ μὲν ὑγρὸν ὡς ἐν τῇ συναγομένῃ τε καὶ πρὸς ἡμετέρων χειρῶν θλιβομένῃ σπογγιᾷ, τὸ διασπᾶσθαι δὲ ὡς ἐν τοῖς διαιρουμένοις καὶ διασπωμένοις, εἴτ’ οὖν ὑφ’ ἡμῶν ἑλκόντων ταῖς χερσὶν, εἴθ’ ὑπό τινος ἑτέρου. τοιοῦτον γάρ τι καὶ τοῖς ἀραιοῖς τε καὶ μαλακοῖς σώμασιν ὑπὸ τοῦ ψυχροῦ πάσχειν ἀναγκαῖον, ὑποδεχομένης μὲν εἴσω τὴν ψύξιν τῆς ἀραιότητος ἑτοίμως, ἔτι δὲ ἑτοιμοτέρως τῶν ἐν τῷ βάθει μορίων τῶν μαλακῶν ὑπ’ αὐτῆς πηγνυμένων. καθ’ ἕκαστον οὖν τῶν πόρων εἰσιὸν τὸ ψυχρὸν ἐν τοῖς ἀραιοῖς σώμασιν, οἷάπερ τά θ’ ἡλκωμένα πάντα ἐστὶ καὶ ὀφθαλμοὶ καὶ μυκτῆρες καὶ στόμα καὶ τὰ κατὰ τὴν γαστέρα, ἐπιλαμβάνει πάντα τῶν ψυχομένων σωμάτων τὰ μόρια καὶ τρόπον τινὰ πολλαῖς

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download