Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

λευκὸν ἐκ τῶν αὐτῶν μέν πως, γεωδέστερον δέ ἐστιν ἐλαίου, καὶ μὲν δὴ καὶ τὸ τυρῶδες τοῦ γάλακτος ἐμπλαστικόν ἐστιν καὶ ἡ τοῦ ὑὸς πιμελή. ταύρου μὲν γὰρ καὶ τράγου πιμελὴ δριμύτητα πολλὴν ἔχει καὶ πυρώδη· βοὸς δὲ καὶ αἰγὸς ἧττον μὲν, ἤδη δέ πως καὶ τούτων τὸ στέαρ δριμύ. καὶ γὰρ δὴ καὶ στέαρ ὀνομάζεται τῶν τοιούτων ζώων ἡ πιμελὴ, διὰ τὸ πάχος. ἔτι γὰρ οὐ θερμοτέρα μόνον, ἀλλὰ καὶ γεωδεστέρα τῆς τῶν ὑῶν. χηνὸς δὲ καὶ ἀλεκτρυόνος ἐστὶ μὲν καὶ θερμοτέρα καὶ ξηροτέρα τὴν τῶν ὑῶν, ἀλλὰ καὶ λεπτομερής τε καὶ ἥκιστα γεώδης. οὕτω δὲ καὶ πάντων τῶν πτηνῶν, ὅτι καὶ ἡ οὐσία τοῦ σώματος αὐτῶν οὐκ ὀλίγον ἔχει τὸ ἀερῶδες. ἀλλὰ περὶ μὲν τούτων ἕτερος λόγος. ὅσαι δ’ οὖν πιμελαὶ μήπω δριμύτητά τινα ἔχουσιν, ἐμπλαστικαὶ τῶν πόρων εἰσὶν, καὶ μᾶλλον αἱ ξηρότεραι καὶ γεωδέστεραι. τοιοῦτος δ’ ἐστὶν καὶ ὁ πεπλυμένος κηρός. ἀποτίθεται γὰρ καὶ αὐτὸς τὴν ἐκ τοῦ μέλιτος δριμύτητα. πρόδηλον δ’ ὡς οὐ περὶ τοῦ πικροῦ τῇ φύσει κηροῦ λέγεται ταῦτα, καθάπερ ὁ Ποντικός ἐστιν. ἐῥ ἀψινθίου

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download