Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

καὶ εἴπερ οἷόν τε ἦν αὐτοῦ γεύσασθαι πεφθέντος ἔν τε τῇ γαστρὶ καὶ κατὰ τὰς φλέβας, εὑρίσκοιτο ἂν, οἶμαι, γλυκύτερον μέλιτος. ὃ γὰρ ἔξωθεν ἔχει καὶ παρ’ ἑαυτοῦ τὸ μέλι, τοῦτ’ ἐν τῷ πέττεσθαι λαμβάνει τὸ γάλα. καὶ ὅταν γε θερμὸν ἱκανῶς ὑπάρχῃ τὸ τοῦ ζώου σῶμα, τοσοῦτον ἐπικτᾶται τὸ γάλα τῆς γλυκύτητος, ὅσον ἀπόλλυσι τὸ μέλι. καὶ τοῦτ’ εὐλόγως γίνεται. τῷ μὲν γὰρ ἄκρως γλυκεῖ, καὶ διὰ τοῦτο μηκέτ’ ἐγχωροῦντι προσθήκην γλυκύτητος, εἰς τὴν ἐφεξῆς ἀνάγκη μεταβάλλειν ποιότητα· τῷ δέ γε ἐνδεεῖ τὸ τέλεον ἐκ τῆς πέψεως προσγίνεται. ταῦτ’ ἄρα καὶ διττὰς ἀπεπτούμενον ἐν τῇ γαστρὶ τὸ γάλα τὰς ἀλλοιώσεις ἐπιδέχεται· κατὰ μὲν τὴν ψυχροτέραν κοιλίαν ὀξυνόμενον, ἐν δὲ τῇ θερμοτέρᾳ κνισῶδές τε καὶ πικρὸν ἀποτελούμενον. οὐ μὴν τό γε μέλι τὴν εἰς ὀξύτητά ποτε μεταβολὴν δέχεται ἐν τῷ πέττεσθαι· θερμότερον γάρ ἐστιν ἢ ὥστε μὴ κρατούμενον ὀξυνθῆναι. δακνώδη μὲν γὰρ ἄμφω τῇ γλώττῃ, τό τε ὀξὺ καὶ τὸ πικρὸν, οὐ μὴν ὡς ἴδιον γλώττης αἴσθησις τοῦτο κέκτηται. καὶ γὰρ εἰ καὶ κατ’ ἄλλης σαρκὸς ἡστινοσοῦν γυμνῆς τοῦ δέρματος ἐπιβάλλοις αὐτὰ, δάκνει 

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download