De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)
Kühn 1826
βρῶμα, φαίη ἂν, οἶμαι, τὸ θερμαῖνον ἰσχυρῶς ἐν τῷ γεύεσθαι,
καθάπερ τὸ πέπερι καὶ τὸ πύρεθρον καὶ τὸ κάρδαμον καὶ
τὰ σκόροδα καὶ τὰ κρόμμυα καὶ πάνθ’ ὅσα τοιαῦτα. καί
μοι δοκεῖ μόνον τοῦτο τὸ γένος τῶν χυμῶν ἰδίας ἀπορῆσαν
προσηγορίας τῇ κοινῇ συγχρήσασθαι καθ’ ὑπεροχήν. ὄντος
γὰρ καὶ τοῦ πικροῦ χυμοῦ καὶ τοῦ ὀξέος δριμέων ἀμφοῖν,
ἐν ᾧπερ ἂν σώματι σφοδρὰν εὑρίσκομεν τὴν δριμύτητα,
κᾂν μήτε πικρὸν ᾖ κᾂν μήτε ὀξὺ, δριμὺ προσαγορεύειν
εἰθίσμεθα, καίτοι πολλῶν ὄντων κατ’ εἶδος τῶν τοιούτων
σωμάτων. τὰ μὲν γὰρ αὐτῶν ἐστιν ἐδώδιμα, τὰ δ’ οὔ.
τὰ μὲν οὖν ἐδώδιμα γλυκεῖαν ἐξ ἀνάγκης ἔχει τινὰ μεμιγμένην
ἀμυδρὰν ποιότητα. καὶ διὰ τοῦτο πολλοῖς ἐξ αὐτῶν
ὡς ὄψῳ χρώμεθα, πολλοῖς δ’ ὡς ἡδύσματι μόνῳ. ὡς σιτίοις
μὲν γὰρ αὐτῶν οὐδενὶ, διὰ τὸ σφοδρὸν τῆς δυνάμεως. τῶν
δ’ οὐκ ἐσθιομένων τὰ μέν ἐστι θανάσιμα, τὰ δ’ ἁπλῶς
φάρμακα, πάντα δ’ οὖν ἐπιτιθέμενα κατὰ τοῦ δέρματος
ἡμῶν ἕλκος ἐργάζεται ῥᾳδίως. ἐμφαίνει δὲ καὶ τούτων ἔνια
Work
Title: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 379-892
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_087-1.xml [1.0 Mb]