Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

ἔξωθεν τῶν μορίων τῆς στυφούσης οὐσίας συναγόμενον. ὅσα δὲ τῶν φαρμάκων ψυχρὰ μέν ἐστιν ἢ ὁμοίως ἢ μᾶλλον, ὑδατώδη δ’ ἐστὶ ταῖς οὐσίαις, ἀσθενῶς τὰ τοιαῦτα καὶ συνάγει τε καὶ σφίγγει διὰ μαλακότητα. δεῖται γάρ τινος ἰσχύος ἀντιβατικῆς καὶ σκληρᾶς ἅπαν τὸ μέλλον πιλήσειν τε καὶ συνάξειν ὁτιοῦν ἰσχυρῶς, ἣν οὐκ ἔχοντα τὰ ὑδατωδέστερα ταῖς οὐσίαις φάρμακα τοὺς μὲν λεπτοὺς πόρους ἐν ἑκάστῳ σώματι συνάγει καὶ πυκνοῖ, τὸ δ’ ὅλον ὄργανον ἀδυνατεῖ σφίγξαι πανταχόθεν, ὥστ’ εὐλόγως τὰ τοιαῦτα πυκνωτικὰ μέν ἐστι, στεγνωτικὰ δὲ οὐκ ἔστιν. ἄκουε δέ μου νῦν στεγνωτικὰ λέγοντος ὅσα τὰς αἰσθητικὰς ἐκκρίσεις ἐπέχει. καὶ γὰρ τὸ στεγνωτικὸν σῶμα, τὸ στέγον ἐν αὑτῷ καὶ μηδὲν ἔξω μεθιὲν αἰσθητῶς, ὑπὸ τῶν Ἑλλήνων προσηγόρευται στεγνόν. ταυτὶ μὲν οὖν τοιαῦτα ταῖς κράσεσί τ’ ἐστὶ καὶ ταῖς δυνάμεσιν· τὰ δὲ ἀραιωτικὰ θερμαίνει μὲν πάντως· οὐδὲ γὰρ ἂν ἄλλως δύναιτο διαχέαι τε ἅμα καὶ χαλάσαι τὴν οὐσίαν, οἷς ἕπεται τὸ καὶ τοὺς πόρους εὐρυνθῆναι· χρὴ 

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download