De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)
Kühn 1826
ὢν τὴν οὐσίαν, ὑπὸ θερμότητος δαψιλοῦς λεπτύνεσθαι, ὥστε
καὶ θερμαίνειν καὶ ξηραίνειν οὐκ ἀγεννῶς. οὐ μὴν ἀλλὰ
καὶ τῇ διωρισμένῃ πείρᾳ, περὶ ἧς ἔμπροσθεν εἴρηται πολλάκις,
ἀκριβῶς βασανίσαντες ἐκ τῆς αὐτῆς εὕρομεν τὸ φάρμακον
τοῦτο κράσεως. εἴτε γὰρ κόψας τὴν κόμην ἅμα τοῖς
ἄνθεσιν, ἄχρηστον γὰρ αὐτοῦ τὸ λοιπὸν κάρφος, ἐπιπάττοις
ἕλκει καθαρῷ, δακνῶδές τε καὶ ἐρεθιστικὸν φαίνεται, εἴτε
ἀποβρέξας ἐν ἐλαίῳ καταντλεῖν ἐθελήσαις ἤτοι κεφαλὴν ἢ
γαστέρα, θερμαῖνον σφοδρῶς εὑρεθήσεται. καὶ μὲν δὴ καὶ
ὅσοι κατὰ περιόδους ἁλίσκονται ῥίγεσιν, εἰ καὶ τούτους
ἀνατρίβοις πρὸ τῆς εἰσβολῆς, ἧττον ῥιγῶσιν, ἀλλ’ οὐδὲ τὴν
αἴσθησιν εὐθὺς ἅμα τῷ προσφέρεσθαι λανθάνει θερμαῖνον.
ὅτι δὲ ἕλμινθας ἀναιρεῖν εἰκός ἐστι πικρὸν ὑπάρχον
αὐτὸ καὶ πρὸ τῆς πείρας εὔδηλον, εἴ τι μεμνήμεθα τῶν ἐν
τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων εἰρημένων ὑπὲρ τοῦ
πικροῦ χυμοῦ τῆς φύσεως. εἰδήσεις δ’ εὐθὺς ὡς καὶ διαφορητικήν
τινα καὶ τμητικὴν ἔχει δύναμιν. ἀλλὰ καὶ ὡς
μᾶλλον ἀψινθίου τοῦτο ὑπάρχειν ἀναγκαῖον αὐτῷ συλλογίσασθαί
Work
Title: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 379-892
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_087-1.xml [1.0 Mb]