Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

σοι παρέσται πρῶτον μὲν ἐκ τῆς γεύσεως. ἐλαχίστης γάρ τινος μετέχει στρυφνότητος τὸ ἀβρότονον, ἀψίνθιον δὲ οὐκ ὀλίγης· ἔπειτα δὲ κᾀκ τοῦ κακοστόμαχον εἶναι τὸ ἀβρότονον, ὥσπερ οὖν καὶ τὸ σέριφον, εὐστόμαχον δὲ τὸ ἀψίνθιον. ἐδείχθη γὰρ καὶ περὶ τούτων πρόσθεν ὡς τὸ μὲν πικρὸν αὐτὸ καθ’ αὑτὸ παντελῶς εἴη κακοστόμαχον, τὸ δὲ αὐστηρὸν ἢ στρυφνὸν ἢ ὅλως στῦφον εὐστόμαχον. ἐπιμιγνυμένων δὲ τῶν ποιοτήτων ἀλλήλαις ἡ σφοδροτέρα ἂν ἐπικρατοίη. ταῦτ’ οὖν ἀρκεῖ σοι γινώσκειν ἐν τῇδε τῇ πραγματείᾳ. δειχθήσεται γὰρ ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν ὡς ἄν τις τοιούτῳ φαρμάκῳ κάλλιστα χρῷτο. καὶ διὰ τοῦτο μηκέτι ἐπιζήτει ἀκούειν μήθ’ ὅτι σὺν ἑφθῷ μήλῳ κυδονίῳ καταπλασθὲν ἢ ἄρτῳ φλεγμονὰς ὀφθαλμῶν ἰᾶται, μήθ’ ὅτι διαφορεῖ φύματα σὺν ὠμηλύσει λεῖον ἑψηθέν. οὐδὲ γὰρ τούτων οὐδέτερον οὔτε τῶν ἄλλων οὐδὲν τῆς νῦν πραγματείας ἴδιόν ἐστιν, ἀλλὰ τοῖς μὲν ἐμπειρικὴν διδασκαλίαν ποιουμένοις ἐν τοῖς εὐπορίστοις γράφεται

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download