Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

ἔχον ἐγγυτάτω τὴν δύναμίν ἐστι τοῦ σερίφου, βραχεῖ τινι λειπόμενον ἐν τῷ λεπτύνειν τε καὶ θερμαίνειν καὶ ξηραίνειν. αὐτὸ δὲ τὸ σέριφον ἧττον μὲν θερμὸν τοῦ ἀβροτόνου, θερμότερον δὲ ἀψινθίου, κακοστόμαχον δὲ ἱκανῶς καὶ ὡς ἂν ἁλμυρίδα τινὰ σὺν πικρότητι ἀποφαῖνον, ἔτι τε τῆς στρυφνότητος ὀλίγον μετέχον. οὕτω δὲ καὶ ἀβρότονον καὶ σαντόνικον ἱκανῶς ἐστι κακοστόμαχον. μόνον γὰρ ἐν αὐτοῖς τὸ ἀψίνθιον καὶ μάλιστα τὸ Ποντικὸν εὐστόμαχόν ἐστιν ὅτι πλείστης μετέχει στύψεως. ἀβρότονον δὲ κεκαυμένον θερμὸν καὶ ξηρόν ἐστι τὴν δύναμιν, ἔτι μᾶλλον κολοκύνθης ξηρᾶς κεκαυμένης καὶ ἀνήθου ῥίζης. ἐκεῖνα γὰρ ἕλκεσιν ὑγροῖς τε ἅμα καὶ χωρὶς φλεγμονῆς τετυλωμένοις ἁρμόττει, καὶ διὰ τοῦτο μάλιστα τοῖς ἐπὶ πόσθαις αἰδοίου συμπεφωνηκέναι δοκεῖ. τοῦ δὲ ἀβροτόνου ἡ τέφρα δακνώδης ἅπασιν ἕλκεσιν ὑπάρχει. καὶ διὰ τοῦτο καὶ πρὸς ἀλωπεκίας ἁρμόττει σὺν ἐλαίῳ λεπτομερεῖ, κικίνῳ δηλονότι ἢ ῥαφανίνῳ ἢ Σικυωνίῳ ἢ παλαιῷ, καὶ μάλιστα τῷ Σαβίνῳ. καὶ γένεια δὲ βραδέως ἀνιόντα προκαλεῖται μετά τινος τῶν εἰρημένων ἐλαίων ὅτου

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download