Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

πεῖραν αὐτοῦ παρασχεῖν, ὁ μὲν ἐπέθηκε τῷ ποδὶ τὸ φάρμακον, ὁ δ’ ἄνθρωπος ἄγρυπνός τε τῆς νυκτὸς ὅλης ἐγένετο καὶ κατὰ τὴν ὑστεραίαν οὐ μόνον οὐ βαδίζειν ὡς πρόσθεν, ἀλλ’ οὐδὲ φέρεσθαι δυνατὸς ἦν. οὕτως ἀβασανίστως τε καὶ προπετῶς οἱ μὲν ἑτέροις πιστεύουσιν, οἱ δ’ ἑκόντες ἄλλους ἐξαπατῶσιν. εἰ δὲ καὶ πᾶσαι καλῶς εἶχον αἱ συνθέσεις τῶν φαρμάκων ὧν μνημονεύουσιν, ἀλλὰ τήν γε χρεῖαν τῆς θεωρίας αὐτῶν ἀνατρέπουσιν ἐξ ὧν πράττουσιν. φασὶ γὰρ ἕνεκα τῆς τῶν συνθέτων φαρμάκων κατασκευῆς τε καὶ χρήσεως ἐπισκέπτεσθαι τῶν ἁπλῶν τὰς δυνάμεις, καὶ τούτων μάρτυρας ἐπικαλοῦνται σχεδὸν ἅπαντας τοὺς παλαιοὺς, Ἐρασίστρατον, Ἡρόφιλον, Φιλότιμον, Διοκλέα, Πραξαγόραν καὶ αὐτὸν Ἱπποκράτην. παραγενόμενοι δ’ ἐπὶ τὴν ἐξέτασιν αὐτῶν, ὡς γινώσκουσιν ἡμῖν ἤδη τὰς συνθέτους δυνάμεις ἁπάσας, οὕτω διαλέγονται. καὶ πῶς οὐ μάτην ζητεῖτε τὰς τῶν ἁπλῶν, εἴποι τὶς οἶμαι πρὸς

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download