Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

αὐτοὺς, εἰ τὰς τῶν συνθέτων ἤδη γινώσκετε; εἰ γὰρ ὧν ἕνεκα τὴν ζήτησιν τῶν ἁπλῶν ἐνεστήσασθε, ταύτας ἤδη γινώσκετε, περιττὸν τὸ ζητεῖν ἐκείνας. εἰ καὶ τοῦτό τις αὐτοῖς συγχωρήσειεν, ἀλλὰ τό γε καὶ πρόσθεν ἤδη λελεγμένον οὐκ οἶδ’ ὅπως ἀνάσχοιτ’ ἄν τις, ὅταν ἐναντία τοῖς ἐναργῶς φαινομένοις, ἐκ λόγων μακρῶν ἐπιχειρῶσι κατασκευάζειν.

Ἤδη γάρ τινος εἰς τοσοῦτον ἐμπληξίας ἥκοντος ἐπειράθην, ὡς καταφρονεῖν ἀξιοῦντος τῶν αἰσθήσεων. ὃν εὐθὺς μὲν ἤρετό τις, εἰ τὸ λευκὸν αὐτῷ πέπερι δοκοίη θερμὸν ὑπάρχειν. ὁ δ, ὡς τὸ εἰκὸς, ὡμολόγησεν, εἶτ’ αὖθις ἐρωτηθεὶς ὁπόθεν γινώσκεις τοῦτο; καὶ τοιοῦτον φαίνεσθαι φήσας, εἰκότως ὑπὸ τῶν παρόντων κατεγελάσθη μὴ συνιεὶς ὅπερ ἐφθέγγετο. τοῦτο γὰρ αὐτὸ τὸ φαίνεσθαι πιστὴν αὐτῷ τὴν αἴσθησιν ἀπέφαινεν, ἧς ὀλίγον ἔμπροσθεν ὡς ἀπίστου κατεγίνωσκεν. ἐπεὶ πόθεν, ὦ πρὸς θεῶν, ὅτι θερμόν ἐστι τὸ πῦρ ἴσμεν, ἐκ τίνος συλλογισμοῦ μαθόντες;

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download