De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)
Kühn 1826
μήθ’ ὑποβιβαζόμενον μήτ’ ἀναδιδόμενον, διὰ τοῦτο
αὐτῷ μίγνυσθαι τὸ ὄξος, οἷον ὄχημά τι τῆς πάντη φορᾶς
γενησόμενον. οὕτω δὲ κᾂν μετ’ οἴνου ποθῇ τὸ ὕδωρ, ἀδιψότερον
ὑπάρχειν ἤπερ καθ’ αὑτὸ, ποδηγοῦντος αὐτὸ πρὸς
τὴν ἀνάδοσιν τοῦ οἴνου. τὴν μὲν οὖν ἔμψυξίν τε καὶ τὴν
τοῦ δίψους ἴασιν ἐπὶ τῷ ὕδατι γίγνεσθαι, ψυχρῷ καὶ ὑγρῷ
τὴν φύσιν ὑπάρχοντι. βοήθημα δ’ αὐτὸ καὶ οἷον πτέρωμα
τῆς εἰς πάντα τὰ μόρια τοῦ ζώου φορᾶς, τὸν
οἶνόν τε γίγνεσθαι καὶ ὄξος, οὐκ αὐτὰ ψύχοντά τε καὶ
ὑγραίνοντα. μόνα γὰρ ἂν οὕτω γε δίδοσθαι μᾶλλον ἢ
μετὰ ὕδατος, ὅτι ῥᾳδίως ὑπὸ λεπτότητος ἀναδίδοται καὶ
ἀποχωρεῖ τῶν ὑποχονδρίων. ἐπεὶ δὲ ἅπαξ εἰς τοῦτον ἀφικόμεθα
τὸν λόγον, οὐ χεῖρον ἀκριβῶς ἅπαντα διελθεῖν
αὐτόν. ὅτι μὲν γὰρ ἐγχωρεῖ καὶ ποδηγεῖν τῷ ὕδατι τὸ
ὄξος, οὐκ ἐμψύχειν αὐτὸ καὶ μὴ ποδηγεῖν μόνον, ἀλλὰ καὶ
ψύχειν, ἄντικρυς δῆλον. ὁπότερον δ’ ἀληθές ἐστιν ἐπισκέψεως
δεῖται. διορισθείη δ’ αὐτό γε τοιοῦτον, εἰ δοίη μέν
Work
Title: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 379-892
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_087-1.xml [1.0 Mb]