Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

λόγος ἀπέδειξεν. εὐλόγως γὰρ, οἶμαι, τὸ τῷ μηδετέρῳ τῶν ἄκρων κατὰ τὴν κρᾶσιν, ἀλλ’ ὡς οἷόν τε μέσῳ συμπεπλεγμένον αὐτὸ, τῶν ἀποτελουμένων αἴτιον γίγνεσθαι. τῇ γοῦν ἁπλῇ κηρωτῇ μήτε θερμαινούσῃ μήτε ψυχούσῃ τὸ ψυχρὸν ὕδωρ μιχθὲν ἔψυξεν ὅτι ψυχρὸν ἦν τῇ κράσει. εἰ δέ γε τῶν θερμαινόντων ἔμιξάς τι τῇ τοιαύτῃ κηρωτῇ, θερμαῖνον ἄν σοι τὸ φάρμακον ἐγένετο, καθάπερ πολλάκις εὐφόρβιον, ἢ καστόριον ἐπεμίξαμεν ἐπὶ πολλῶν διαθέσεων. οὕτως οὖν, εἴπερ ὄξος ἀναμίξαις ἀκριβῶς ἁπλῇ κηρωτῇ, ψυχρότερον ἐργάσῃ πολλῷ τῆς κηρωτῆς τὸ φάρμακον, ὡς ἂν ψυχροῦ τοῦ μιχθέντος ὑπάρχοντος. καί σοι τοῦτο πρὸς ἐρυσιπέλατα καὶ φλεγμονὰς ἕρπητάς τε καὶ ἄνθρακας ἀγαθὸν ἔσται φάρμακον· εἰ δέ γε τὸ μικτὸν ὡς ἁπλοῦν ἐξετάζοις, καὶ γὰρ αὖ καὶ τοῦτο ποιοῦσιν, ἁμαρτήσεις τὰ μέγιστα. κολλητικὸν γὰρ ἑλκῶν οὐκ ὄξος χρὴ λέγειν, ἀλλ’ ὀξύκρατον, ἕτερόν τι παρὰ πολὺ τὴν φύσιν

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download