De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)
Kühn 1826
διαφερόντων. ὀνομάζει δ’ αὐτῶν τὸν μὲν αὐστηρὸν, τὸν δὲ
στρυφνόν. εἴη δ’ ἂν ὁ μὲν αὐστηρὸς κατὰ τὸν ὑφ’ ἡμῶν
στύφοντα προσαγορευόμενος, ὁ δὲ στρυφνὸς ἐπιτάσει τούτου
γιγνόμενος, ὥσπερ οὖν καὶ αὐτὸς ὁ Πλάτων ἐδήλωσεν. τούτους
μὲν οὖν ὡς ἓν εἶδος ἀριθμητέον· ἕτερον δὲ τὸ τῶν
ἀντικειμένων αὐτοῖς τῶν νιτρωδῶν τε καὶ ἁλυκῶν καὶ πικρῶν.
ἔστι δὲ κᾀν τούτοις ὁ μὲν πικρὸς ἐξ ἐπιτάσεως τοῦ νιτρώδους
γενόμενος, ὁ δὲ ἁλυκὸς ἤτοι τοῦ νιτρώδους ἀσθενέστερος,
ἢ καὶ στύψεώς τι προσλαμβάνων. ἑξῆς δὲ ὑπὸ Πλάτωνος
μὲν ὁ δριμὺς εἴρηται καὶ μετ’ αὐτὸν ὁ ὀξὺς καὶ τελευταῖος ὁ
γλυκύς. ὑπὸ Θεοφράστου δὲ καὶ ὁ λιπαρὸς πρόσκειται, παραλελειμμένος
μὲν ὑπὸ τοῦ Πλάτωνος ἐν τῷ περὶ τῶν τῆς
γλώττης ἰδίων αἰσθητῶν λόγῳ, γεγραμμένος δ’ ἐν τοῖς τῶν
φυτῶν χυλοῖς ἔμπροσθεν εὐθὺς, ἐν οἷς διῃρεῖτο τὸν οἰνώδη
τοῦ ἐλαιώδους τε καὶ μελιτώδους. ἀλλ’ ἐν ἐκείνῳ μὲν τῷ λόγῳ
πρὸς τοῖς τρισὶν οἷς εἴρηκα νῦν τέταρτον ἐτίθει γένος χυμοῦ
περιλαμβάνων ἑνὶ προσρήματι καὶ καλῶν ὀπόν. ἐν οἷς δὲ
ἐπὶ τὰ τῇ γεύσει αἰσθητὰ μετέβη, τοῦ μὲν γλυκέος εὐθὺς ἐν
αὐτοῖς ἐμνημόνευσεν. οὐδὲν γὰρ διαφέρει δήπου γλυκὺ ἢ
Work
Title: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 379-892
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_087-1.xml [1.0 Mb]