De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)
Kühn 1826
γλώττης μόρια, ταῦτα μετὰ μὲν ἡδονῆς ἐναργοῦς ψαύοντα
γλυκέα, χωρὶς δὲ ταύτης λιπαρὰ προσαγορεύεται. ἐγὼ μὲν
οὖν, ὡς οἷόν τέ μοι μάλιστα λόγῳ διελθεῖν ἐπεχείρησα
δυσερμήνευτα πράγματα. θαυμάζω δὲ τῶν ἑτοίμως ἅπαντα
στύφοντα προσαγορευόντων, καὶ τὰ δριμέα καὶ τὰ πικρὰ
καὶ τὰ γλυκέα καὶ τὰ λιπαρὰ καὶ τὰ ὀξέα. καὶ γὰρ ὀνόματα
διαφέροντα κεῖται τοῖς πράγμασιν εὐθὺς ἐκ παλαιοῦ
καὶ τῶν αἰσθητῶν παθῶν. οὐ σμικρά τις ἡμῖν ἐστιν ἡ
διαφορά. βέλτιον δ’ ἦν ἴσως, εἶπερ ἐβούλοντο φυσιολογεῖν,
οὐκ ἀνατρέπειν τὰ φαινόμενα καὶ συγχεῖν τὰς προσηγορίας,
ἀλλὰ ζητῆσαι τίνος μὲν κράσεως ἢ διαθέσεως, ἢ
κατασκευῆς σώματος, ἢ ὅπως ὀνομάζειν ἐθέλωσιν, ἔγγονος
γίνεται στύψις, τίνος δ’ ἁλυκότης καὶ πικρότης ὀξύτης
τε καὶ δριμύτης καὶ γλυκύτης καὶ λιπαρότης, ἅπερ οἱ περὶ
Πλάτωνά τε καὶ Ἀριστοτέλην καὶ Θεόφραστον ἐπειράθησαν
διορίσασθαι. δῆλον γὰρ ὡς εἴπερ ἐκ θερμοῦ καὶ
ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ συνιόντων κέκραται πάντα,
καὶ τῶν εἰρημένων ἑκάστη ποιότης ἐκ τῆς τούτων κράσεώς
Work
Title: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 379-892
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_087-1.xml [1.0 Mb]