Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

μόνον, ἀλλὰ καὶ τῶν λογικῶν μεθόδων, αἷς ἀναγκαῖον ἐστιν χρῆσθαι τὸν ὁτιοῦν ἀποδείξαντα, ὥστε μήθ’ ὅσα καλῶς εὕρηται τοῖς φυσικοῖς ἀνδράσιν μήθ’ ὑπὲρ ὧν αὐτῶν εὐλόγως ἠπόρηται γινώσκοντες, ἑκατέροις πολλάκις ἀποφαίνεσθαι τολμῶσι τἀναντία. φέρε δὲ ὦ πρὸς θεῶν, εἴπερ ἐγὼ νῦν ἀρξάμενος ὧδέ πως λέγειν, ὡς τεττάρων ὄντων στοιχείων ἀέρος καὶ γῆς ὕδατός τε καὶ πυρὸς, ὡς οὐδενὸς ἄλλου ξύμφυτόν ἐστι τὸ λευκὸν καὶ λαμπρὸν χρῶμα, πλὴν αὐγῆς καὶ πυρὸς, εἶτα καὶ τὸν Ἐμπεδοκλέα καὶ τοὺς ἄλλους τινας τῶν φυσικῶν ἐπὶ τῷ λόγῳ καλέσας μάρτυρας, ἅπαντα τὰ λαμπρὰ σώματα πυρὸς πλείστου μετέχειν ἀποφηναίην ἀμελήσας ἐμβλέψαι χιόνι καὶ ψιμυθίῳ καὶ κρυστάλλῳ ἑτέροις τε μυρίοις τῶν λαμπροτάτων τε ἅμα καὶ ψυχροτάτων, εἶτά τινος αὐτὰ προχειριζομένου, τὸν ἀπὸ τῆς αἰσθήσεως ἔλεγχον ἀποδιδράσκων ἀξιοίην ἐπὶ τὸν λόγον ἰέναι καὶ τούτῳ σκοπεῖσθαι περὶ φύσεως πραγμάτων, οὐκ αἰσθήσεσιν ἀλόγοις ἐπιτρέπειν τὸ πᾶν, ἆρ’ οὐκ ἂν τοῖς νοῦν ἔχουσιν μαίνεσθαι δόξαιμι, μηδ’ ἀφ’ ὧν ἄρχομαι τοῦ λόγου γινώσκων; ἐξ αἰσθήσεως

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download