Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

τρίτον τὸ καταλιπεῖν τινα τραχύτητα περὶ τοῖς σώμασιν, ἢ μὴ, καὶ τέταρτον, εἰ μὴ τοῖς οὕτως ἔχουσι χρηστὸν φαίνοιτο. τὸ μὲν γὰρ μήτε ἐν τῷ παραχρῆμα πραΰνειν τὰς δήξεις, ἀλλὰ μετὰ πλείονός γε σφοδρότητος ἐκκρινόμενον μήτε μένειν ἔνδον ἰώμενον, ἀπολεῖπόν τέ τινα περὶ τοῖς σώμασιν ἀνιαρὰν τραχύτητα, παροξῦνόν τε ταύτην εἰ προσαχθείη δεύτερον, ἀναβρωτικὸν μέν ἐστιν καὶ δακνῶδες τῇ φύσει, κατὰ συμβεβηκὸς δέ ποτε δήξεις ἰᾶται, τὸ δὲ κᾀν τῷ παραχρῆμα πραϋντικὸν ἔκκρισίν τε μηδεμίαν ἐρεθίζον, ἀλλὰ μηδὲ τραχῦνον ἐν τῷ μένειν, ἴαμά τε τῶν τετραχυμένων γιγνόμενον αὐτὸ μὲν φύσει χρηστόν ἐστι, δακνῶδες δ’ ὑπὸ τῆς ἀλλοιούσης αὐτὸ καὶ διαφθειρούσης κακοχυμίας ἔστιν ὅτε γίγνεται. ταῦτ’ εἴρηταί μοι καὶ ἅμα τε τὸν καιρὸν ἢ τὸν τρόπον τῆς χρήσεως ἑκατέρου τοῦ γένους τῶν φαρμάκων ἅμα τε τὴν τῆς δυνάμεως εὕρεσιν ὁ λόγος ἐδίδαξεν, ἀπέδειξέ τε καὶ πτισάνης χυλὸν καὶ χόνδρον καὶ τράγον καὶ γάλα καὶ ἄρτον πλυτὸν ἐκ τῶν εὐχύμων ὑπάρχοντα, καὶ μὲν δὴ καὶ πιμελὴν καὶ στέαρ, ἔλαιόν τε γλυκὺ

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download