De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)
Kühn 1826
ἦν αὐτοῖς, ὡς εἴ τι δακνῶδες, εὐθύς ἐστι τοῦτο καὶ κερχνῶδες, ἀλλ’ ὅτι μόνα τὰ δακνώδη κερχνώδη· εἴη γὰρ ἂν οὕτω τὰ κερχνώδη πάντα δακνώδη. τοῦτο δ’ αὐτὸ, τὸ μόνα τὰ δακνώδη κερχνώδη φαίνεσθαι, παρά τε τὴν αἴσθησιν εἴρηται. φαίνεται γὰρ καὶ τὰ λιπαρὰ κερχνώδη καὶ τὸ ζητούμενον ἑτοίμως εἴληπται, μήτ’ ἐξ αἰσθήσεως μήτ’ ἐξ ἀποδείξεως πιστωθέν. ἔτι τε πρὸς τούτοις ἀγνοούντων ἐστὶν ἀνθρώπων, ὁποία τις ἡ τοῦ κέρχνειν ἐστὶ διάθεσις, ἣν ἴσως ἄμεινον αὐτοῖς ἐξηγήσασθαι.
Συμβαίνει δὲ τὸ κέρχνειν ἀνωμαλίας τινὸς ἐν τῇ φάρυγγι συνισταμένης παρὰ φύσιν. εἰθισμένον γὰρ τὸ πνεῦμα διὰ καθαρᾶς καὶ λείας ἀεὶ φέρεσθαι τῆς ὁδοῦ, ἐπειδὰν προσκόπτῃ τισὶν ἐξοχαῖς κατ’ αὐτὴν, κλόνον τέ τινα καὶ οἷον ἀνώμαλον σεισμὸν ἐργάζεται κατὰ τὴν φάρυγγα, καὶ οὕτως ἐρεθίζεται πρὸς βῆχα τὸ ζῶον. ὥσπερ γὰρ καὶ ἄλλα πολλὰ σωτηρίας ἕνεκα τοῖς ζώοις ἡ φύσις ἐναπειργάσατο σύμφυτα πάθη, κατὰ τὸν αὐτὸν τρόπον καὶ πταρμὸν καὶ βῆχα. πταρμὸν μὲν ὑπὲρ τοῦ διώσασθαι τὰ κατὰ τὰς
Work
Title: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 379-892
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_087-1.xml [1.0 Mb]