Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

ῥῖνας ἐρεθίζοντά τε καὶ λυποῦντα, βῆχα δ’ ὑπὲρ τοῦ τὰ κατὰ τὴν φάρυγγα. διττὴ δ’ ἐστὶν ἡ τοιαύτη διάθεσις, ἢ αὐτοῦ παρὰ τὴν ἀρτηρίαν ὑμένος ἀναξηραινομένου τε καὶ τραχυνομένου, ἤ τινος ἀνωμάλου ἐν αὐτῷ φερομένου σώματος εἴτ’ οὖν ὑγροῦ τὴν φύσιν εἴτε καὶ στερεοῦ. διὰ τοῦτο κᾂν ἄρτου τι μόριον σμικρὸν, ἤ τινος ἄλλου τῶν ἐδεσμάτων ἀκόντων ἡμῶν παραδράμῃ ποτ’ εἰς τὸν τοῦ πνεύματος πόρον, ἀναγκαζόμεθα βήττειν, κᾂν πινόντων ἡμῶν ἀθρόον τι παραῤῥυῇ τοῦ πόματος, ὁμοίως ἐρεθίζεται καὶ βῆχα προσκαλεῖται. παρηθεῖται μὲν γὰρ ἀεί τι κατὰ τὴν τραχεῖαν ἀρτηρίαν εἰς τὸν πνεύμονα τοῦ πινομένου σμικρὸν οὕτως, ὡς ἀναρπάζεσθαί τε πρὸς τῶν ὀργάνων αὐτίκα καὶ διαδίδοσθαι πάντη ῥᾳδίως. οὐ μὴν οὐ διΐσταταί γε ἀθρόον οὐδαμόθι κατὰ τὰς ὁδοὺς τοῦ πνεύματος, οὐδ’ ἐρεθίζεται πρὸς βῆχα τὸ ζῶον. ἐπειδὰν δ’ ἤτοι τοῦτο πλέον, ἢ ἄλλο τι τοιοῦτον ὑγρὸν, ἢ στερὸν σῶμα κατὰ τὴν τραχεῖαν ἀρτηρίαν ἐμφέρηται, βήττειν ἀναγκαῖον ἤδη τοὐντεῦθεν, ἄχρι περ ἂν ὑπὸ τῆς σφοδρότητος τοῦ πνεύματος ἐκβρασθῇ τὸ λυποῦν. ἀνάλογον δέ τι τῷδε συμβαίνει, κᾀπειδὰν αὐτῷ τῷ κατὰ τὴν ἀρτηρίαν ἔνδον ὑμένι τραχυνθέντι

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download