Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

ἐπανάκλησιν ἐργαζόμενον ὕδωρ ψυχρὸν, ἔτι τε πρὸς τούτοις ἄμικτον ἑτέρας ποιότητος, εἰς ὅσον οἷόν τε δυνατὸν ἐργάσασθαι τὸ τοιοῦτον. πῶς μὲν οὖν ἄν τις ἔλαιον ἐργάζηται τοιοῦτον λέλεκται καὶ πρόσθεν· πῶς δ’ ἄν τις ἁπλῷ νοσήματι προσφέροι, νῦν εἰρήσεται, τοσοῦτον ἀναμνησάντων ἡμῶν πρότερον, ὡς ἐν ταῖς τῶν νοσημάτων διαφοραῖς ἐδείκνυτο, τινὰ μὲν ἐπὶ τὸ θερμότερον ἐκτετράφθαι σώματα χωρὶς κακοχυμίας τινὸς ἢ στήθους ἢ σπλάγχνου φλεγμονῆς, ὥσπερ ἐν ταῖς σφοδραῖς ἐγκαύσεσιν εἴωθεν γίγνεσθαι, τινὰ δὲ ἐπὶ τὸ ψυχρότερον, ὡς ἐν τοῖς καλουμένοις ἤδη συνήθως ὑπὸ πάντων ἀνθρώπων ψυγμοῖς. ἐν δὴ ταῖς τοιαύταις διαθέσεσιν ἔλαιον προσφέρων ἐξευρήσεις ἐναργῶς εἴτε θερμαίνειν ἡμᾶς πέφυκεν εἴτε καὶ ψύχειν. ἔστω δὲ δηλονότι πάσης ἐπικτήτου ποιότητος ἰσχυρᾶς ἀπηλλαγμένον. ἀεὶ γὰρ ἐπὶ παντὸς φαρμάκου μεμνῆσθαι χρὴ τούτου. τὸ μὲν κεφάλαιον τοῦ λόγου τουτί· τὸ δ’ ἔργον αὐτὸ τὸ γιγνόμενον ἡ πεῖρα δείκνυσιν. οἱ μὲν ἐγκεκαυμένοι πρὸς τὸ μὴ παύεσθαι τῆς θέρμης ἔτι καὶ ἀσωδέστεροι γίγνονται καὶ τοῦ χρόνου προϊόντος θερμότεροι.

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download