Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

ἐπεὶ γὰρ ψυχρὸν καὶ θερμὸν τὸ μὲν ἁπλῶς λέγεται, τὸ δ’ ἐπικρατείᾳ, τὸ δὲ τῇ πρὸς τὸ σύμμετρον ὁμογενὲς παραβολῇ, τὸ δὲ πρὸς ὁτιοῦν τὸ ἐπιτυχὸν εὐλόγως ἐν ταῖς ὁμωνυμίαις σφαλλόμεθα πολλάκις, ἐπιλανθανόμενοι μὲν ὁποῖόν τι θερμὸν κρίνομεν, ἐφ’ ἕτερον δὲ μεταβαίνοντες. ἀλλὰ μυριάκις ἤδη λέλεκταί τε καὶ λεχθήσεται κατὰ τὸ τέταρτόν τε καὶ ὕστατον τῶν εἰρημένων ἄρτι σημαινομένων ἐπισκέπτεσθαι χρῆναι περὶ τῆς τῶν φαρμάκων δυνάμεως.

Οὔτε γὰρ ἁπλῶς θερμὸν ἕκαστον αὐτῶν ἐστιν, ὥσπερ τὸ πῦρ· τοῦτο μὲν γὰρ ἂν καὶ ἀδύνατον· οὔτ’ εἰ κατ’ ἐπικράτησιν, ὥσπερ τὸ αἷμα, πρόκειται σκοπεῖν· ἀλλ’ οὐδ’ εἰ πρὸς τὸ σύμμετρον ὁμογενὲς ἢ ὁμοειδὲς λέγεται θερμὸν, ὥσπερ λέων μὲν ἐν ζώοις, τὸ δ’ ἀκμάζον ἐν ἑκάστῳ τῶν εἰδῶν πρὸς τὸ γεγηρακός. ἀλλ’ εἰ πρὸς ἄνθρωπόν ἐστι θερμὸν, ἢ ψυχρὸν, ἢ ξηρὸν, ἢ ὑγρὸν ἕκαστον τῶν φαρμάκων, ἡ ζήτησίς ἐστιν. καὶ οὐδὲ πρὸς τοῦτον ὡς τὸ πρός τι παραβαλλόμενον, ἀλλ’ εἰ τῇ δυνάμει, τοῦτο

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download