Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

εἴπερ γὰρ ἦν ἀεὶ μία ποιότης ἐν ἑκάστῳ τῶν τὴν γεῦσιν στυφόντων φαρμάκων, οὐκ ἂν ἦν ποτε αὐτῶν τὰ μὲν ἐδώδιμα, τὰ δὲ φαρμακώδη, ἀλλὰ μόνον ἐν τῷ μᾶλλον ἢ ἧττον στύφειν ἀλλήλων διέφερον. νυνὶ δὲ οὐχ οὕτως ἔχει. φαίνεται γὰρ ἡ μέν τις ἡδεῖα καὶ προσηνὴς στύψις, ἡ δέ τις ἀηδής τε καὶ φαρμακώδης, ἀπίου μὲν καὶ μήλου καὶ ῥοιᾶς ἡδεῖα, λεπίδος δὲ χαλκοῦ καὶ ἀλόης ἀηδής τε καὶ φαρμακώδης. καίτοι γε ἧττον στύφει κυδωνίου μήλου λεπὶς χαλκοῦ, ὥστε μηδὲ τῷ σφοδρῷ τῆς στύψεως ἔχειν ἂν ἐνεγκεῖν τὸ τῆς ποιότητος ἀλλόκοτον. ὁμοίως δὲ καὶ ἄλλα τῶν ἐδωδίμων ἀλόης καὶ λεπίδος χαλκοῦ καὶ αὐτοῦ τοῦ κεκαυμένου χαλκοῦ στύφει μᾶλλον. ἐπὶ μὲν δὴ τῶν τοιούτων ἄντικρυς φαίνεται τὸ μικτὸν τῆς οὐσίας, ἐπ’ ἄλλων δὲ, κᾂν μὴ φαίνηται, συλλογίζεσθαι χρὴ καὶ μὴ νομίζειν ἄλλο μέν τι κατὰ τὴν ἀλόην ἐργάζεσθαι τὴν στύψιν, ἄλλο δέ τι κατὰ τὸ μῆλον. ἓν γὰρ ἐν ἅπασι ποιεῖν εὔλογόν ἐστι κατά γε τὴν ἑαυτοῦ φύσιν, οὐ τήν στύψιν μόνην, ἀλλὰ καὶ τῶν ἄλλων ποιοτήτων ἑκάστην. τῷ δὲ μηδὲν εὑρίσκεσθαι καθαρὸν ἀκριβῶς μηδὲ ἄμικτον 

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download