De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)
Kühn 1826
ὑπὸ πυρὸς εἴθ’ ὑπὸ τῆς ἐμφύτου θερμότητος, ἡ τῶν πικρῶν
σωμάτων ἐδείκνυτο γένεσις. εὐθὺς δὲ ταῦτα καὶ τῇ συστάσει
μὲν ξηρότερα φαίνεται, καὶ τῷ δαπανᾶσθαι δ’ ἀεὶ καὶ ἀποῤῥεῖν
αὐτῶν τὸ ὑγρὸν, ἐξατμιζόμενον ὑπὸ τῆς θερμότητος ἀναγκαῖόν
ἐστι τὸ καταλειπόμενον ἀποδείκνυσθαι γεωδέστερόν τε
καὶ ξηρότερον. αὐτὸ μὲν γὰρ τὸ γλυκὺ πρὸς τῷ θερμὸν
ὑπάρχειν ἢ μᾶλλον ἢ ἧττον, ἐξ ἀνάγκης δήπου καὶ ὑγρὸν
ἢ μᾶλλον ἢ ἧττόν ἐστιν. εἰ δέ γε τῇ τοῦ σώματος ἡμῶν
φύσει μάλιστα οἰκεῖον ὑπάρχει, αὕτη δ’ ἦν εὔκρατος, ὑγρὰ
καὶ θερμὴ, τὸ δ’ οἷον ὑπεροπτηθέντος τούτου γιγνόμενον
ὅμοιον τιτάνῳ καὶ τέφρᾳ, ξηρὸν καὶ θερμὸν ἐξ ἀνάγκης
ἀποτελεῖται. καὶ μέντοι καὶ δι’ αὐτὸ τοῦτο ῥύπτειν
τε πέφυκε καὶ καταθραύειν καὶ τέμνειν τοὺς γλίσχρους καὶ
παχεῖς χυμοὺς, ὥσπερ ἡ τέφρα καὶ τὸ νίτρον. οὐδὲ γὰρ
ἀερώδης αὐτῶν ἐστιν οὐδὲ λεπτομερὴς, ἀλλὰ οὐδὲ ὑδατώδης
ἡ σύστασις, ἀλλ’ ὥσπερ καὶ μικρῷ πρόσθεν εἴρηται, γεωδεστέρα,
κατειργασμένη ἀκριβῶς ὑπὸ τοῦ θερμοῦ καὶ οἷον
ὑπερωπτημένης αὐτῶν τῆς οὐσίας. ὡς μὲν οὖν τοῖς στύφουσι
Work
Title: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 379-892
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_087-1.xml [1.0 Mb]