Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

γλώττῃ χυμῶν οἱ μὲν οἰκειότατοι γλυκεῖς ἦσαν, οἱ δ’ οὐκ οἰκεῖοι πολλὰς ἐκέκτηντο διαφορὰς, οὕτω καὶ τῶν ἀτμῶν οἱ μὲν οἰκεῖοι τῷ κατὰ τὸν ἐγκέφαλον πνεύματι φίλιοί τ’ εἰσὶ καὶ ἡδεῖς, οἱ δ’ οὐκ οἰκεῖοι διαφέρουσι μὲν ἀλλήλων οὐκ ὀλίγαις διαφοραῖς, ὀνόματα δ’ αὐταῖς ἁπάσαις οὐ κεῖται καθάπερ ἐπὶ τῶν χυμῶν. ὀξεῖαν μὲν γάρ τινα καὶ δριμεῖαν ὀσμὴν ἔχειν τόδε τί φαμεν, αὐστηρὰν δὲ ἢ στρυφνὴν ἢ ἁλυκὴν, ἢ πικρὰν οὐκέτι λέγομεν, ἀλλ’ εἰς δύο ταύτας ἀνάγομεν προσηγορίας τὰ πλεῖστα τῶν ὀσφρητῶν, εὐώδη τε καὶ δυσώδη προσαγορεύοντες· εὐώδη μὲν ἀνάλογον τοῖς πρὸς τὴν γλῶτταν γλυκέσι, δυσώδη δὲ τοῖς μὴ γλυκέσιν. ἀνώνυμον γὰρ, ὅσον ἐπί γε τῶν χυμῶν ἐστιν, ἑνὶ προσρήματι τὸ τούτων γένος. ἔοικε δὲ τῶν οὐκ ὀσμωδῶν σωμάτων ἤτοι παντελῶς ὀλίγον ἀποῤῥεῖν, ἢ τοῖς ὄγκοις ἀσύμμετρον, ὡς ἐπὶ τῶν ἀκριβῶς ἁλυκῶν καὶ στρυφνῶν. ἀκριβῶς δ’ ὅταν εἴπω τι τοῖον ἢ τοῖον ὑπάρχειν, εἰλικρινὲς καὶ ἄμικτον αὐτὸ, καθόσον οἷόν τε ποιότητος ἑτέρας εἶναι φημί. παχυμερής τε γὰρ ἀμφοῖν ἡ οὐσία καὶ πρὸς τούτῳ ψυχρὰ τῶν στρυφνῶν,

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download