Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

ὑγρός τις χυλός. ἀλλ’ ὅτι καὶ αὐτοῦ τοῦ χυλοῦ τρία περιττώματα, καθότι καὶ πρόσθεν ἐδείκνυμεν, ἀναγκαῖον ὑπάρχειν, ἓν μὲν γεῶδες, οἷόν περ ἐν τοῖς οἴνοις ἡ τρὺξ, ἕτερον δὲ ἀερῶδες, ἀνάλογον δὲ καὶ τοῦτο τῷ κατὰ τοὺς οἴνους ἄνθει, τὸ τρίτον ὑδατῶδες, ὅπερ ἐν ἅπασι τὴν ζέσιν αὐτῶν ἔφαμεν ἐργάζεσθαι· καὶ τὴν φθορὰν, ἐπειδὰν μὲν μὴ κρατηθῇ μηδ’ ἀλλοιωθῇ τελέως ἐν τῷ χρόνῳ τῆς ζέσεως. ἕνεκά γε τοιούτου τοῦ περιττώματος ἔνιοι μὲν ἑψήσαντες ἀποτίθενται τοὺς χυλοὺς, ἔνιοι δ’ ἐν ἡλίῳ σφοδρῷ προξηράναντες. ἕνεκα μὲν γὰρ τοῦ γεώδους τε καὶ ἀερώδους οὐ πάνυ τι δεδίασι φθαρῆναι τοὺς χυλοὺς, ὁρῶντες αὐτὰ καὶ διακρινόμενα καὶ δύσσηπτα ταῖς οὐσίαις ὑπάρχοντα, διότι καὶ ξηρὰ ταῖς κράσεσιν. ἀλλὰ περὶ μὲν τούτων ἱκανῶς εἴρηται πρόσθεν. ἐν δὲ τῇ τοῦ ῥόδου φύσει τὸ μέν ἐστι στρυφνὸν γευομένοις, ὅπερ ἀναγκαῖον εἶναι γεῶδές τε καὶ παχυμερὲς καὶ ψυχρὸν, ἕτερον δὲ πικρὸν, ὃ δὴ λεπτομερές τ’ ἐστὶ καὶ θερμὸν, καὶ τρίτον ἐπὶ τούτοις τὸ ὑδατῶδες, ψυχρὸν μὲν ἐξ ἀνάγκης, ἀλλ’ ἐν τῇ κατὰ τὸ λεπτομερές τε καὶ παχυμερὲς

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download