De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)
Kühn 1826
καὶ γὰρ συμμέτρως θερμὰ ταῦτά ἐστι καὶ συμμέτρως
ὑγρὰ καὶ γλίσχρα, καὶ διὰ τοῦτο πρὸς τὰς ἐκπυήσεις ἐπιτήδεια.
χόνδρος μέντοι ξηραντικώτερος μέν ἐστιν ἀλεύρου
πυρίνου, γλίσχρος δ’ οὐδὲν ἧττον ἐστιν, εἰ μή τι ἄρα καὶ
μᾶλλον, ὅθεν ἐπὶ μὲν τῶν μέσων φλεγμονῶν ἧττον ἐπιτήδειός
ἐστιν εἰς ἐκπύησιν. ἐπὶ δὲ τῶν ὑγροτέρων ἀμείνων
ἀλεύρου πυρίνου. προέρχεται δ’ οὖν ἐπιπλέον ἤδη καὶ ταῦτα
τῆς ἐνεστώσης πραγματείας, ἐπανέλθωμεν οὖν αὖθις ἐπὶ
τὰ μαλακτικὰ τῶν σκιῤῥουμένων φάρμακα, τοσοῦτον πάλιν
κᾀνταῦθα τῆς θεραπευτικῆς ἐφαψάμενοι πραγματείας, ὅσον
εἰς τὸ σαφῆ γενέσθαι τὰ λεχθησόμενα συντελέσει. σκίῤῥον
μὲν οὖν ὀνομάζουσι τὸν παρὰ φύσιν ὄγκον ἀνώδυνόν τε
καὶ σκληρόν. ἔνιοι δ’ αὐτῶν ὅταν ἐπὶ πλεῖστον αὐξηθῶσί
τε καὶ σκληρυνθῶσιν, οὐκ ἀνώδυνοι μόνον, ἀλλὰ καὶ δυσαίσθητοι
καὶ ἀναίσθητοι γίγνονται. γένεσις δ’ αὐτῶν ἐκ παχέος
καὶ ψυχροῦ χυμοῦ. τοιοῦτοι δ’ εἰσὶν ἐν τοῖς τῶν ζώων
σώμασι δύο μόνοι, χολὴ μέλαινα καὶ τὸ ὑπερξηρανθὲν φλέγμα.
καὶ διὰ τοῦτο καὶ οἱ σκιῤῥώδεις ὄγκοι πάντως ἢ φλεγματικοὶ
Work
Title: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 379-892
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_087-1.xml [1.0 Mb]