Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

τῶν ἰωμένων αὐτὰ φαρμάκων οὐκ ὀλίγον εἶναι τὸ πλάτος, οἷον αὐτίκα καὶ τὸ αἴγειόν ποτε στέαρ ὠφέλησε τὰ οὕτως ἐσκληρυμμένα καὶ τὸ τῆς ἀλεκτορίδος. ἀλλὰ ταῦτα μὲν ἀσθενέστερά ἐστι καὶ τὰς μετρίας μαλάττει σκληρότητας, ἰσχυρότερον μέντοι τῶν ἀλεκτορίδων τε καὶ ἀλεκτρυόνων τὸ χήνειόν ἐστι, τοῦ δὲ τῶν αἰγῶν τὸ τράγειον ἰσχυρότερόν τε καὶ τὸ ταύρειον, ἀλλ’ ἧττον τοῦ τραγείου. καὶ μὲν δὴ καὶ ὁ ἐλάφειος μυελὸς ἱκανῶς μαλάττει, καὶ μετ’ αὐτὸν ὁ μόσχειος. θερμὰ γὰρ ἐστι πάντα τὰ τοιαῦτα φάρμακα καὶ μετρίως ξηρὰ, καὶ πολύ γε μᾶλλον θερμαίνειν πέφυκεν ἢ ξηραίνειν. ὅθεν εἰ καί τις αὐτὰ θερμὰ καὶ ὑγρὰ ταῖς δυνάμεσιν εἴποι ποτὲ, συγχωρητέον· ὀλίγον γὰρ ἀφέστηκε μήτε ξηραινόντων μήθ’ ὑγραινόντων. ἐκ ταὐτοῦ δὲ γένους ἐστὶ τοῖς εἰρημένοις, ἀλλ’ ἰσχυρότερα, τό τ’ ἀμμωνιακὸν θυμίαμα καὶ ὁ στύραξ καὶ ἡ χαλβάνη καὶ τὸ βδέλλιον τὸ Σκυθικόν. καλλίω δ’ ἐξ αὐτῶν εἰς τὸ μαλάττειν τὰ νέα· παλαιούμενα γὰρ ἰσχυροτέρως ἢ χρὴ ξηραίνει. τοῦτο μέν γε καὶ μυελὸς καὶ στέαρ ἔχουσι. καὶ γὰρ καὶ ταῦτα παλαιούμενα 

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download