Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

εἰ δὲ θερμὸν, ὑπὸ τῶν ψυχόντων· καὶ εἰ μὲν ξηρὸν, ὑπὸ τῶν ὑγραινόντων, εἰ δὲ ὑγρὸν, ὑπὸ τῶν ξηραινόντων· οὕτω δὲ καὶ εἰ μὲν ψυχρὸν ἅμα καὶ ὑγρὸν, ὑπὸ τῶν ξηραινόντων καὶ θερμαινόντων, εἰ δὲ θερμὸν καὶ ξηρὸν, ὑπὸ τῶν ὑγραινόντων καὶ ψυχόντων, καὶ κατὰ τὰς λοιπὰς δύο συζυγίας ἀνάλογον. οὐκ ἄδηλος δὲ οὐδὲ ἡ διὰ τῆς καθ’ ὅλην τὴν οὐσίαν τῶν δυνάμεων ἀλλοίωσίς ἐστιν τοῖς μεμνημένοις τῶν προαποδεδειγμένων ἔν τε τοῖς περὶ τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν καὶ προσέτι τοῖς περὶ κράσεων. αἱ γὰρ ἀλλοιοῦσαι τὰ δηλητήρια φάρμακα δυνάμεις ἐν τῷ μέσῳ τὴν φύσιν εἰσὶ τῶν τε πασχόντων σωμάτων καὶ ἀδικούντων αὐτὰ φαρμάκων, ὥστ’ ἀνάλογον ἔχειν ὡς τὸ σῶμα πρὸς τὴν ἀλεξητήριον δύναμιν, οὕτως ἐκείνην πρὸς τὸ δηλητήριον, ὡσαύτως δὲ καὶ ὡς τὸ δηλητήριον πρὸς τὸ ἀλεξητήριον, οὕτως καὶ τὸ ἀλεξητήριον πρὸς τὸ σῶμα. καὶ διὰ τοῦτο τὰ τοῖς δηλητηρίοις ἐναντιούμενα σχεδὸν ἅπαντα πλείω ληφθέντα μεγάλως ἀδικεῖ τὸ τοῦ ζώου σῶμα. χρὴ τοίνυν ἐν τοσαύτῃ δίδοσθαι συμμετρίᾳ ποσότητος πάσας τὰς

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download