De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)
Kühn 1826
τοιαύτας δυνάμεις ὡς μήτε τῷ πλήθει βλάπτειν τὸ σῶμα
μήτε δι’ ὀλιγότητα νικᾶσθαι πρὸς τῶν δηλητηρίων. ἀλλὰ
τοῦτο μὲν ἤδη τῆς θεραπευτικῆς ἐστι μεθόδου, νυνὶ δὲ τῶν
ἐφεξῆς ἐχώμεθα. πᾶς δηλητήριος ἰὸς ὑπὸ τῶν ἔξωθεν ἐπιτιθεμένων
ἐκκενοῦται φαρμάκων, οἷον ἤτοι θερμότητι τὴν
ὁλκὴν ποιουμένων, ἢ τῇ τῆς ὅλης οὐσίας ὁμοιότητι. χρὴ δὲ
κᾀνταῦθα μέσον ὡς ἔνι μάλιστα τῇ φύσει τὸ ἀλεξητήριον
ὑπάρχειν τοῦ τε σώματος οὗ θεραπεύει καὶ τοῦ βλάπτοντος
ἰοῦ. ἂν γὰρ ἐναντιώτατον ᾖ τοῦ σώματος, δράσει μᾶλλον
εἰς αὐτὸ καθάπερ τι δηλητήριον, οὐ κενώσει τὸν ἰόν. ἵνα
γὰρ ἀναλάβωμεν ἕνεκα σαφηνείας αὖθις τὸ σύμπαν, εἰδέναι
χρὴ τὰς δηλητηρίας ἁπάσας δυνάμεις ἐναντιωτάτας οὔσας
τῇ κράσει τοῖς βλαπτομένοις ὑπ’ αὐτῶν σώμασιν. εἴπερ οὖν
ὑπὸ τῶν ὁμοίων τῇ κράσει κενοῦνται φαρμάκων, εἴη ἂν δήπου
καὶ ταῦτα ταῖς τῶν σωμάτων φύσεσιν ἐναντία. καὶ
μὲν δὴ καὶ ἔστιν ἐναντία πως, οὐ μὴν εἰς τοσοῦτόν γε ὡς
ἀναιρεῖν, ἀλλ’ ἐπαμφοτερίζειν μᾶλλον ἐν τῷ μέσῳ καθεστηκότα
τῶν τε βλαπτόντων ἄντικρυς τὸ τοῦ ζώου σῶμα καὶ
Work
Title: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 379-892
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_087-1.xml [1.0 Mb]