De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)
Kühn 1826
ὀνομάζουσι καὶ παιονίαν, ῥίζαν ἀτρέμα στύφουσαν ἔχει μετά
τινος γλυκύτητος, ἐπὶ πλέον δὲ μασωμένη καὶ δριμύτητος
ὑποπίκρου. ταῦτ’ ἄρα καταμήνιά τε κινεῖ, μέγεθος ἀμυγδάλου
σὺν μελικράτῳ πινομένη· κόπτειν δὲ δηλονότι χρὴ καὶ
διαττᾷν αὐτὴν καὶ οὕτως ἐπιπάττειν. ἐκκαθαίρει δὲ καὶ ἧπαρ
ἐμπεφραγμένον καὶ νεφρούς. ἀλλὰ ταῦτα μὲν ᾗ δριμεῖά τέ
ἐστι καὶ ὑπόπικρος ἐργάζεσθαι πέφυκεν, ᾗ δ’ ἔχει τι καὶ
στυπτικὸν, ἵστησι τὰ κατὰ τὴν γαστέρα ῥεύματα. χρὴ δ’
αὐτὴν ἐν οἴνῳ τηνικαῦτα τῶν αὐστηρῶν τινι καθεψήσαντα
πίνειν. ὅλως δὲ ξηραντικὴ τὴν δύναμίν ἐστιν ἰσχυρῶς, ὥστ’
οὐκ ἂν ἀπελπίσαιμι καὶ περιαπτομένην αὐτὴν εὐλόγως πεπιστεῦσθαι
παιδίων ἐπιληψίας ἰᾶσθαι. καὶ οἶδά γέ ποτε
παιδίον ὀκτὼ μησὶ μηδ’ ὅλως ἐπιληφθὲν ἐξ ὅτου τῆς ῥίζης
ἐφόρει, ὡς δ’ ἀπεῤῥύη πως ἀπὸ τοῦ τραχήλου τὸ περιάπτον,
εὐθὺς ἐπελήφθη, καὶ αὖθίς τε περιαφθέντος ἑτέρου πάλιν
ἀμέμπτως εἶχεν. ἔδοξε δέ μοι κάλλιον εἶναι καὶ αὖθις ἀφελεῖν
αὐτὸ πείρας ἕνεκα, καὶ οὕτω πράξαντες, ἐπειδὴ πάλιν
Work
Title: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 379-892
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_087-1.xml [1.0 Mb]