Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

τούτων ἐπὶ πλέον ἐν ταῖς τῶν κενουμένων αἰτίαις. τοιοῦτόν τι πάθος ἡγητέον γίνεσθαι ταῖς φλεψὶν ἐν ταῖς ὑπερκαθάρσεσιν. οὔσης δὲ κατ’ ἀρχὰς μὲν ἔτι καὶ τῆς ἀναστομώσεως καὶ τῆς ἀῤῥωστίας μετρίας, τὸ λεπτότατόν τε καὶ ἧττον οἰκεῖον ἐκκρίνεται, ἐπὶ πλέον δὲ προηκόντων ἀμφοτέρων ἤδη καὶ τὰ παχέα καὶ τὰ οἰκειότατα τῷ ζώῳ κενοῦται. διὰ τοῦτο οὖν ἡ μὲν ξανθὴ χολὴ πρώτη, τὸ δὲ φλέγμα δεύτερον, ἡ δὲ μέλαινα τρίτη, καὶ τούτων ὕστατον ἁπάντων ἐν ταῖς ὑπερκαθάρσεσιν ἐκκρίνεται τὸ αἷμα, τοῦτο μὲν ὡς οἰκειότατος τῇ φύσει χυμὸς, ἔμπροσθεν δὲ αὐτοῦ πρῶτος μὲν ὁ λεπτότατος, ὕστατος δὲ ὁ παχύτατος. εἴρηται μὲν οὖν καὶ πρὸς Ἱπποκράτους ἐν τῷ περὶ φύσεως ἀνθρώπου βιβλίῳ περὶ τῆς κατὰ τὴν κένωσιν αὐτῶν τάξεως, εἰρήσεται δὲ καὶ νῦν, ὡς μηδὲν λείπειν τῷ λόγῳ. φλέγματος μὲν γὰρ ἀγωγὸν εἰ δοίης φάρμακον, ἡ ξανθὴ μὲν πρῶτον κατὰ τὰς ὑπερκαθάρσεις, δευτέρα δὲ ἡ μέλαινα, τελευταῖον δ’ ἐκκενοῦται τὸ αἷμα. χολῆς δὲ ξανθῆς ἀγωγὸν εἴπερ εἴη τὸ φάρμακον, ἕψεται μὲν τὸ φλέγμα, τρίτη δὲ ἡ μέλαινα, καὶ τέταρτον τὸ αἷμα. καὶ μὲν

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download