Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

δὴ καὶ εἰ μελαίνης χολῆς εἴη καθαρτικὸν, ἐκείνην μὲν πρώτην ἐκκενώσει, μετὰ ταύτην δὲ τὴν ξανθὴν, εἶθ’ οὕτως τὸ φλέγμα, καὶ πάντων ὕστατον ἀκολουθήσει τὸ αἷμα, καθάπερ ἐξ ἀψύχων ἤδη ἀγγείων ἐκρέον, ἀῤῥωστίας τε μεγάλης αὐτὰ καταλαβούσης καὶ τῶν στομάτων εἰς ἐσχάτην διάτασιν ἀφικομένων. ἐξ ὧν δῆλον ὡς ὕστατος μὲν ἐν ταῖς ὑπερκαθάρσεσιν ὁ τοῖς ἀνθρώποις οἰκειότατος κενοῦται χυμὸς, τῶν δ’ ἄλλων ἕκαστος, ὡς ἂν αὐτῷ συμβαίνῃ λεπτότητος ἢ πάχους.

Ἡ δὲ αἰτία τοῦ μὲν ὅλως ἐκκρίνεσθαι καὶ τοὺς ἀνοικείους τῷ καθαίροντι φαρμάκῳ χυμοὺς ἐν τρισὶ τούτοις κεῖται, τῇ τε ἀῤῥωστίᾳ τῶν ἀγγείων καὶ τῇ τῶν στομάτων εὐρύτητι καὶ τῇ δήξει τοῦ καθαίροντος. ὅταν γὰρ τὰ μὲν ἀγγεῖα μηκέτι κατασχεῖν ἐν ἑαυτοῖς δύνηται τοὺς χυμοὺς, ἀναπεπταμένα δὲ αὐτῶν ᾖ τὰ στόματα, μένῃ δ’ ἐρεθίζον τὸ φάρμακον, ἕλκειν δὲ μηκέτι τὸν οἰκεῖον ἔχῃ χυμὸν, ἀνάγκη πᾶσα τοὺς ἄλλους ἐκκρίνεσθαι κατὰ τὴν εἰρημένην τάξιν. ἤρκει μὲν γὰρ ἴσως καὶ ἡ δῆξις μένουσα πρὸς τὴν ἔκκρισιν ἐπεγείρειν τὰ ὄργανα, πολὺ δὲ δὴ μᾶλλον, ὅτ’ ἂν

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download