
De Simplicium Medicamentorum Facultatibus VII-XI (On the Powers of Simple Drugs VII-XI)
Kühn 1826
σώφρονές εἰσιν οἶδ’ ὅτι πεισθήσονται, καὶ εἴπερ ὅλως πεφροντίκασι
τῆς προκειμένης θεωρίας, ἀπὸ τῆς ἀρχῆς ἀναλέξονται
τὴν ὅλην πραγματείαν· ὅσοι δὲ περίεργοι μᾶλλον ἢ
φιλομαθεῖς ὑπάρχουσιν, ἀπειθήσουσι τῇ προσρήσει, καὶ οὐδὲν
ἴσως θαυμαστὸν, εἴ γε καὶ μυστηρίων βίβλους ἐτόλμησαν
ἔνιοι τῶν ἀμυήτων ἀναγινώσκειν. ἀλλ’ οὔτ’ ἐκείνας ἔγραψαν
οἱ γράψαντες τοῖς βεβήλοις οὔτ’ ἐγὼ ταῦτα τοῖς μήπω
περὶ τὰ πρῶτα γεγυμνασμένοις. εἰρήσονται δ’ ἐν τούτῳ
τῷ βιβλίῳ καὶ τῷ μετ’ αὐτὸ τῶν ὑπολοίπων φυτῶν αἱ πρῶται
δυνάμεις, τὴν τάξιν τῆς διδασκαλίας κᾀνταῦθα κατὰ
τὴν τάξιν τῶν γραμμάτων ποιησαμένων ἡμῶν, ἀφ’ ὧν ἄρχονται.
ἐν μὲν οὖν τῷ πρὸ τοῦδε μέχρι τοῦ ι προήλθομεν·
ἐνταυθοῖ δὲ τὴν ἀρχὴν ἀπὸ τοῦ κ ποιησόμεθα τοσοῦτον
ἔτι προαναμνήσαντες, ὡς εἰς τὰς προαποδεδειγμένας ἀρχὰς
ἀνάξομεν ἅπαντα· τῷ γὰρ ἐπὶ τοσόνδε θερμὸν ἢ ψυχρὸν,
ἢ ὑγρὸν ἢ ξηρὸν, ἢ λεπτομερὲς ἢ παχυμερὲς ὑπάρχειν ἕκαστον
τῶν φαρμάκων αἱ διαφοραὶ τῶν κατὰ μέρος ἐνεργειῶν
Work
Title: De Simplicium Medicamentorum Facultatibus VII-XI
English: On the Powers of Simple Drugs VII-XI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων VII-XI
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 12
Pages: 1-377
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_087-2.xml [741 Kb]