De Simplicium Medicamentorum Facultatibus VII-XI (On the Powers of Simple Drugs VII-XI)
Kühn 1826
αὐτὸς ὁ Ξενοκράτης ἐξεγράψατο τὰ πλεῖστα. πόθεν
γὰρ ἂν ηὐπόρησε τοσούτων τε καὶ τοιούτων πραγμάτων
αὐτὸς πειραθῆναι; ὁ γοῦν ἡμέτερος γενόμενός ποτε βασιλεὺς
Ἄτταλος ἐλάττονα φαίνεται γράφων, καίτοι φιλοτιμότατα
σχὼν περὶ τὴν τῶν τοιούτων πεῖραν. ἐπαινῶν δέ τις
Ἀτευρίστου τὴν αὐτὴν πραγματείαν, ἔδωκέ μοι καὶ αὐτὴν
διελθεῖν, ὥς γε ἐμοὶ δοκεῖ, χωρὶς αὐτοψίας ἰδίας τοῦ γράψαντος
αὐτὴν γεγονυῖαν. ἐγὼ τοίνυν οὔτε βασιλίσκων οὔτε
ἐλεφάντων οὔθ’ ἵππων Νειλώων οὔτ’ ἄλλου τινὸς οὗ μὴ
πεῖραν αὐτὸς ἔχω μνημονεύσω, τῶν δὲ καλουμένων φίλτρων,
ἀγωγίμων, ὀνειροπομπῶν τε καὶ μισήτρων, αὐτοῖς γὰρ τοῖς
ἐκείνων ὀνόμασιν ἐξεπίτηδες χρῶμαι, τὴν ἀρχὴν ἂν, οὐδ’ εἰ
πεῖραν ἱκανὴν εἶχον, ἐμνημόνευσα διὰ γραμμάτων, ὥσπερ
οὐδὲ τῶν θανασίμων φαρμάκων ἢ τῶν ὡς αὐτοὶ καλοῦσιν
παθοποιῶν. ἐκεῖνα μὲν γὰρ αὐτῶν καὶ γελοῖα, καταδῆσαι
τοὺς ἀντιδίκους, ὡς μηδὲν ἐπὶ τοῦ δικανικοῦ δυνηθῆναι
φθέγξασθαι, ἢ ἐκτρῶσαι ποιῆσαι τὴν κύουσαν, ἢ μηδέποτε
Work
Title: De Simplicium Medicamentorum Facultatibus VII-XI
English: On the Powers of Simple Drugs VII-XI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων VII-XI
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 12
Pages: 1-377
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_087-2.xml [741 Kb]