De Simplicium Medicamentorum Facultatibus VII-XI (On the Powers of Simple Drugs VII-XI)
Kühn 1826
συνϋπάρχει δ’ αὐτῷ καὶ ἡ κατὰ τὴν δύναμιν εὐκρασία,
ἀλλὰ τί τοῦτο; καὶ γὰρ καὶ τὸ ῥόδινον ἔχει ταύτην μετὰ
τοῦ καὶ στύψεως βραχείας μετέχειν, ὥστε οὐδὲν ἕξεις μεῖζον
ἐπί γε κεφαλῆς ἀνατρηθείσης ῥοδίνῳ καλῷ χρώμενος.
ἐδήλωσα δ’ ἔμπροσθεν ὅπως ἐσκευάσθαι χρὴ τὸ ἄμεμπτον
ῥόδινον. ἔστι δὲ καὶ τῶν ὑποσφαγμάτων ἰατικὰ κολλύρια
πάμπολλα καὶ μάλιστα τὴν σμύρναν ἔχοντα πολλὴν, ὁποῖον
καὶ τὸ Δημοκράτους ὀνομαζόμενον διάσμυρνον. ἑξῆς δὲ τούτων
ἐστὶ τὰ διὰ λιβανωτοῦ πολλοῦ καὶ τούτων ἑξῆς τὰ
διὰ κρόκου, καὶ χυλὸς δὲ τήλεως ἀμείνων ἐστὶν αἵματος περιστερᾶς
εἰς τὰ τοιαῦτα. τί ἂν οὖν δέοι περιστερὰς ἢ φάττας
ἢ τρυγόνας ἀναμένειν, εὐποριστότερον μὲν ἁπάντων ἔχοντας
φάρμακον τῆλιν, ἕτοιμα δὲ τὰ εἰρημένα κολλύρια; κατὰ δὲ
τὸν αὐτὸν τρόπον οὐδὲ γλαυκὸς αἵματος δεηθησόμεθα πρὸς
τοὺς δυσπνοοῦντας. ἔνιοί γε μὴν οὐ τὸ αἷμα διδόασι πίνειν,
ἀλλ’ αὐτὴν ἑψήσαντες κελεύουσιν ἐσθίειν ἐν ἁπλῷ ζωμῷ. τὸ
δ’ οὖν αἷμά τινες μὲν ἐπιστάξαντες ὕδατι, τινὲς δὲ οἴνῳ
Work
Title: De Simplicium Medicamentorum Facultatibus VII-XI
English: On the Powers of Simple Drugs VII-XI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων VII-XI
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 12
Pages: 1-377
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_087-2.xml [741 Kb]