De Simplicium Medicamentorum Facultatibus VII-XI (On the Powers of Simple Drugs VII-XI)
Kühn 1826
κατὰ τὸν μεταξὺ τῶν χρήσεων χρόνον ἐν τῷ λειχῆνι τὴν
ἀπὸ τοῦ σιέλου δύναμιν. ἀλλὰ καὶ πυροὺς μασώμενοι πολλοὶ
τῶν ἀγροίκων δοθιῆσιν ἐπιτιθέασιν. διαφορεῖ τε γὰρ αὐτοὺς
καὶ πέττει ταχέως. καίτοι γε εἰ δι’ ὕδατος δευθεῖεν, οὐχ
ὁμοίως ὠφελοῦσιν. εὔδηλον οὖν ὅτι τὸ σίαλον αὐτὸ τὴν
ἰσχὺν τῆς ὠφελείας παρέχει. κατὰ δὲ τῶν μαλακῶν καὶ παιδικῶν
σωμάτων ἄρτον, οὐ πυροὺς ἐπιτιθέασι μασωμένους.
διαφορεῖ δὲ πάντα τὰ οὕτω μασηθέντα καὶ ὑπώπια
καὶ τὰ ἄλλα ἐκχυμώματα, καὶ μᾶλλον ὅταν ὁ ἄρτος ἅμα βραχείᾳ
ῥαφανῖδι μασηθείη. καθ’ ὅλην δὲ τὴν οὐσίαν τὸ πτύελον
ἐναντιώτατόν ἐστι τοῖς ἀναιροῦσιν ἀνθρώπους θηρίοις,
ὥς που καὶ Νίκανδρος ὁ ποιητὴς λέγει. καί μοί τις ἐπαγγειλάμενος
ἐπῳδὴν ἀναιροῦσαν σκορπίους ἐπιδείξειν, ἅπαξ
εἰπὼν αὐτὴν ἐπέπτυσε τῷ σκορπίῳ, κἄπειθ’ ἑξῆς δεύτερον
εἰπὼν αὖθις ἐπέπτυσεν, εἶτα καὶ τὸ τρίτον εἰπόντος τε καὶ
καταπτύσαντος ἀπέθανεν ὁ σκορπίος. ὕστερον δ’ ἐγὼ χωρὶς
τῆς ἐπῳδῆς ἐθεασάμην ἐπὶ τῷ σιάλῳ μόνῳ τὸν σκορπίον
ἀποθανόντα καὶ τοῦτ’ αὐτὸ πάσχοντα ταχέως μὲν ἐπὶ τοῦ
Work
Title: De Simplicium Medicamentorum Facultatibus VII-XI
English: On the Powers of Simple Drugs VII-XI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων VII-XI
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 12
Pages: 1-377
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_087-2.xml [741 Kb]