Digital Corpus for Graeco-Arabic Studies

Galen: De Sophismatibus penes Dictionem (On Linguistic Sophisms)

Kühn 1827

δόξῃς ἂν τοῦ ποιεῖν, διὰ τὴν προφορὰν, ὅπερ ἐστὶ τὸ σχῆμα παραπλήσιον κρατεῖσθαι τοῖς τοῦ ποιεῖν, τοῦ τρέχω καὶ νοῶ. ἑλκύσει γὰρ ἂν ὁ σοφιστικὸς πρὸς ἑκάτερον. πρὸς μὲν τὸ πάσχειν ὅτι ἐστί. πρὸς δὲ τὸ ποιεῖν ὅτι φαίνεται. τούτους δ᾿ ἐξηριθμημένους τοὺς τρόπους ἐφεξῆς δείκνυσιν, ὅτι μηδείς ἐστιν ὃν παραλέλοιπε, μηδὲ οἷόν τέ ἐστι τῶν παρὰ μὲν τὴν λέξιν τι σοφισμάτων, ἔξω πεσεῖν τῶν εἰρημένων. ὁ δὲ λόγος δι᾿ οὗ ταῦτα δείκνυσίν ἐστιν οὗτος. τούτου δὲ πίστις ἥ τε διὰ τῆς ἐπαγωγῆς καὶ συλλογισμὸς, ἄν τε ληφθῇ τις ἕτερος καὶ ὅτι τοσαυταχῶς ἂν τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις, μὴ ταὐτὸν μέντοι δηλώσαιμεν. τὸ μὲν οὖν τῆς ἐπαγωγῆς γνώριμον. εἰ γὰρ καθ᾿ ἕκαστον εἰπόντι καὶ λαβόντι τῶν παρὰ τὴν λέξιν σοφισμάτων φαίνοιτο μηδὲν πίπτειν ἔξω τῶν εἰρημένων τρόπων, δῆλον ἤδη ταύτῃ γε, ὅτι μηδεὶς παραλέλειπται τρόπος· τὸ δ᾿ ἐφεξῆς παντάπασιν ἀσαφές ἐστι, τί ποτε βούλεται λέγειν ἐν τῷ καὶ συλλογισμὸς, ἄν τε ληφθῇ τις ἕτερος καὶ ὅτι τοσαυταχῶς ἂν τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις οὐ ταὐτὰ δηλώσαιμεν,

Work

Title: Galen: De Sophismatibus penes Dictionem
English: On Linguistic Sophisms
Original: Περὶ τῶν παρὰ τὴν λέξιν σοφισμάτων

Domains: Logic, Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 582-598

Publisher: Cnobloch, Leipzig

Download